Click on a word to bring up parses, dictionary entries, and frequency statistics
τοιαύτης ὑπογινομένης ἀλλοτριότητος πρῶτον
μὲν Ἡφαιστίων ἐπιστεύετο λέγων ὅτι συνθέμενος πρὸς αὐτὸν ὁ
Καλλισθένης προσκυνῆσαι ψεύσαιτο τὴν ὁμολογίαν ἔπειτα Λυσίμαχοι καὶ
Ἅγνωνες ἐπεφύοντο φάσκοντες περιϊέναι τὸν σοφιστὴν ὡς ἐπὶ καταλύσει
τυραννίδος μέγα φρονοῦντα, καὶ συντρέχειν πρὸς αὐτὸν τὰ μειράκια καὶ
περιέπειν ὡς μόνον ἐλεύθερον ἐν τοσαύταις μυριάσι.
[2]
διὸ καὶ τῶν περὶ Ἑρμόλαον ἐπιβουλευσάντων τῷ Ἀλεξάνδρῳ καὶ
φανερῶν γενομένων ἔδοξαν ἀληθέσιν ὅμοια κατηγορεῖν οἱ διαβάλλοντες, ὡς
τῷ μὲν προβαλόντι πῶς ἂν ἐνδοξότατος γένοιτο ἄνθρωπος, εἶπεν, ‘ἄν ἀποκτείνῃ τὸν ἐνδοξότατον,’ τὸν δὲ
Ἑρμόλαον ἐπὶ τὴν πρᾶξιν παροξύνων ἐκέλευε μὴ δεδιέναι τὴν χρυσῆν
κλίνην, ἀλλὰ μνημονεύειν ὅτι καὶ νοσοῦντι καὶ τιτρωσκομένῳ πρόσεισιν
ἀνθρώπῳ.
[3]
καίτοι τῶν περὶ Ἑρμόλαον οὐδεὶς
οὐδὲ διὰ τῆς ἐσχάτης ἀνάγκης τοῦ Καλλισθένους κατεῖπεν. ἀλλὰ καὶ
Ἀλέξανδρος αὐτὸς εὐθὺς Κρατερῷ γράφων καὶ Ἀττάλῳ καὶ Ἀλκέτᾳ
φησὶ τοὺς παῖδας βασανιζομένους ὁμολογεῖν ὡς αὐτοὶ ταῦτα πράξειαν, ἄλλος
δὲ οὐδεὶς συνειδείη. ὕστερον δὲ γράφων πρὸς Ἀντίπατρον καὶ τὸν
Καλλισθένην [p. 384] συνεπαιτιασάμενος, ‘οἱ μὲν
παῖδες,’ φησὶν,
[4]
‘ὑπὸ τῶν Μακεδόνων κατελεύσθησαν, τὸν δὲ σοφιστὴν
ἐγὼ κολάσω καὶ τοὺς ἐκπέμψαντας αὐτὸν καὶ τοὺς ὑποδεχομένους ταῖς
πόλεσι τοὺς ἐμοὶ ἐπιβουλεύοντας,’ ἄντικρυς ἔν γε τούτοις
ἀποκαλυπτόμενος πρὸς Ἀριστοτέλην καὶ γὰρ ἐτέθραπτο Καλλισθένης παρ᾽
αὐτῷ διὰ τὴν συγγένειαν, ἐξ Ἡροῦς γεγονώς, ἀνεψιᾶς Ἀριστοτέλους,
[5]
ἀποθανεῖν δὲ αὐτὸν οἱ μὲν ὑπ᾽
Ἀλεξάνδρου κρεμασθέντα λέγουσιν, οἱ δὲ ἐν πέδαις δεδεμένον καὶ νοσήσαντα,
Χάρης δὲ μετὰ τὴν σύλληψιν ἑπτὰ μῆνας φυλάττεσθαι δεδεμένον, ὡς ἐν τῷ
συνεδρίῳ κριθείη παρόντος Ἀριστοτέλους, ἐν αἷς δὲ ἡμέραις Ἀλέξανδρος
ἐτρώθη περὶ τὴν Ἰνδίαν, ἀποθανεῖν ὑπέρπαχυν γενόμενον καὶ φθειριάσαντα.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.