ἐπεὶ δὲ Σκηπίωνος εἰς Λιβύην διαβάντος εὐθὺς ἔργα θαυμαστὰ καὶ πράξεις ὑπερήφανοι τὸ μέγεθος καὶ τὸ κάλλος εἰς Ῥώμην ἀπηγγέλλοντο, καὶ μαρτυροῦντα ταῖς φήμαις εἵπετο λάφυρα πολλὰ, [3] καὶ βασιλεὺς ὁ Νομάδων αἰχμάλωτος, καὶ δύο στρατοπέδων ὑφ᾽ ἕνα καιρὸν ἐμπρήσεις καὶ φθορά πολλῶν μὲν ἀνθρώπων, πολλῶν δ᾽ ὅπλων καὶ ἵππων ἐν αὐτοῖς συγκατακεκαυμένων, καὶ πρεσβεῖαι πρὸς Ἀννίβαν ἐπέμποντο παρὰ Καρχηδονίων καλούντων καὶ δεομένων ἐάσαντα τὰς ἀτελεῖς ἐκείνας ἐλπίδας οἴκαδε βοηθεῖν, [4] ἐν δὲ Ῥώμῃ πάντων ἐχόντων τὸν Σκηπίωνα διὰ στόματος ἐπὶ τοῖς κατορθώμασι, Φάβιος ἠξίου πέμπεσθαι Σκηπίωνι διάδοχον, ἄλλην μὲν οὐκ ἔχων πρόφασιν, εἰπὼν δὲ τὸ μνημονευόμενον, ὡς ἐπισφαλές ἐστι πιστεύειν ἀνδρὸς ἑνὸς τύχῃ τηλικαῦτα πράγματα, χαλεπὸν γὰρ ἀεὶ εὐτυχεῖν τὸν αὐτόν, οὕτω προσέκρουσεν ἤδη πολλοῖς, ὡς δύσκολος ἀνὴρ καὶ βάσκανος ἢ πάμπαν ὑπὸ γήρως ἄτολμος γεγονὼς καὶ δύσελπις, περαιτέρω τε τοῦ μετρίου κατατεθαμβημένος τὸν Ἀννίβαν. [5] οὐδὲ γὰρ ἐκπλεύσαντος αὐτοῦ μετὰ τῶν δυνάμεων ἐξ Ἰταλίας εἴασε τὸ χαῖρον καὶ τεθαρρηκὸς τῶν πολιτῶν ἀθόρυβον καὶ βέβαιον, ἀλλὰ τότε δὴ μάλιστα τὰ πράγματα τῇ πόλει θεούσῃ παρὰ τὸν ἔσχατον κίνδυνον ἐπισφαλῶς ἔχειν ἔλεγε [p. 196] βαρύτερον γὰρ ἐν Λιβύῃ πρὸ Καρχηδόνος αὐτοῖς Ἀννίβαν ἐμπεσεῖσθαι, καὶ στρατὸν ἀπαντήσειν Σκηπίωνι πολλῶν ἔτι θερμὸν αὐτοκρατόρων αἵματι καὶ δικτατόρων καὶ ὑπάτων: ὥστε τὴν πόλιν αὖθις ὑπὸ τῶν λόγων τούτων ἀναταράττεσθαι, καὶ τοῦ πολέμου μεθεστῶτος εἰς Λιβύην ἐγγυτέρω τῆς Ῥώμης οἴεσθαι γεγονέναι τὸν φόβον.