previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ἐπεὶ δὲ Σκηπίων Κορνήλιος εἰς Ἰβηρίαν πεμφθεὶς Καρχηδονίους μὲν ἐξήλασε μάχαις πολλαῖς κρατήσας, ἔθνη δὲ πάμπολλα καὶ πόλεις μεγάλας καὶ πράγματα λαμπρὰ Ῥωμαίοις κτησάμενος εὔνοιαν εἶχε καὶ δόξαν ἐπανελθὼν ὅσην ἄλλος οὐδείς, ὕπατος δὲ κατασταθεὶς καὶ τὸν δῆμον αἰσθόμενος μεγάλην ἀπαιτοῦντα καὶ προσδεχόμενον πρᾶξιν αὐτοῦ,1 [2] τὸ μὲν αὐτόθι συμπλέκεσθαι πρὸς Ἀννίβαν ἀρχαῖον ἡγεῖτο λίαν καὶ πρεσβυτικόν, αὐτὴν δὲ Καρχηδόνα καὶ Λιβύην εὐθὺς ἐμπλήσας ὅπλων καὶ στρατευμάτων διενοεῖτο πορθεῖν καὶ τὸν πόλεμον ἐκ τῆς Ἰταλίας ἐκεῖ μεθιστάναι, καὶ πρὸς τοῦτο παντὶ τῷ θυμῷ συνεξώρμα τὸν δῆμον, ἐνταῦθα δὴ Φάβιος ἐπὶ πᾶν δέους ἄγων τὴν πόλιν, ὡς ὑπ᾽ ἀνδρὸς ἀνοήτου καὶ νέου φερομένην εἰς τὸν ἔσχατον καὶ μέγιστον κίνδυνον, [3] οὔτε λόγου φειδόμενος οὔτ᾽ ἔργου δοκοῦντος ἀποτρέψειν τοὺς πολίτας τὴν μὲν βουλὴν ἔπεισε, τῷ δὲ δήμῳ διὰ φθόνον ἐδόκει τοῦ Σκηπίωνος εὐημεροῦντος ἐπιλαμβάνεσθαι καὶ δεδιέναι, μή τι μέγα καὶ λαμπρὸν ἐξεργασαμένου καὶ τὸν πόλεμον παντάπασιν ἀνελόντος τῆς Ἰταλίας ἐκβαλόντος [p. 192] αὐτὸς ἀργὸς φανῇ καὶ μαλακός ἐν τοσούτῳ χρόνῳ μὴ2 διαπεπολεμηκώς.

[4] ἔοικε δ᾽ ὁρμῆσαι μὲν ἐξ ἀρχῆς Φάβιος πρὸς τὸ ἀντιλέγειν ὑπὸ πολλῆς ἀσφαλείας καὶ προνοίας, μέγαν ὄντα δεδιὼς τὸν κίνδυνον, ἐντεῖναι δέ πως μᾶλλον ἑαυτὸν καὶ πορρωτέρω προαχθῆναι φιλοτιμίᾳ τινὶ καὶ φιλονεικίᾳ, κωλύων τοῦ Σκηπίωνος τὴν αὔξησιν, ὅς γε καὶ Κράσσον ἔπειθε, τὸν συνυπατεύοντα τῷ Σκηπίωνι, μὴ παρεῖναι τὴν στρατηγίαν μηδ᾽ ὑπείκειν, ἀλλ᾽ αὐτὸν, εἰ δόξειεν, ἐπὶ Καρχηδονίους περαιοῦσθαι, καὶ χρήματα δοθῆναι πρὸς τὸν πόλεμον οὐκ εἴασε. [5] χρήματα μὲν οὖν Σκηπίων ἑαυτῷ πορίζειν ἀναγκαζόμενος ἤγειρε παρὰ τῶν ἐν Τυρρηνίᾳ πόλεων ἰδίᾳ πρὸς αὐτὸν οἰκείως διακειμένων καὶ χαριζομένων Κράσσον δὲ τὰ μὲν φύσις οὐκ ὄντα φιλόνεικον, ἀλλὰ πρᾷον, οἴκοι κατεῖχε, τὰ δὲ καὶ νόμος θεῖος ἱερωσύνην ἔχοντα τὴν μεγίστην.

1 αὐτοῦ Bekker corrects to παρ᾽ αὐτοῦ.

2 μὴ supplied by Sintenis2 and Bekker.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1916)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: