[5] τὸ γὰρ πλεῖστον, ὡς εἰπεῖν, τοῦ χρόνου τούτοις διεπολέμησεν ἢ στρατηγοῖς ἢ ἀνθυπάτοις ἢ ὑπάτοις ἀποδεδειγμένοις: : ἑκάτερος γὰρ αὐτῶν πεντάκις ὑπάτευσεν. ἀλλὰ Μάρκελλον μὲν ὑπατεύοντα τὸ πέμπτον ἐνέδρᾳ περιβαλὼν ἔκτεινε, Φαβίῳ δὲ πᾶσαν ἀπάτην καὶ διάπειραν ἐπάγων πολλάκις οὐδὲν ἐπέραινε, πλὴν ἅπαξ ὀλίγου παρακρουσάμενος ἔσφηλε τὸν ἄνδρα, [6] συνθεὶς γὰρ ἐπιστολὰς παρὰ τῶν ἐν Μεταποντίῳ δυνατῶν καὶ πρώτων ἔπεμψε πρὸς τὸν Φάβιον, ὡς τῆς πόλεως ἐνδοθησομένης εἰ παραγένοιτο, καὶ τῶν τοῦτο πραττόντων ἐκεῖνον ἐλθεῖν καὶ φανῆναι πλησίον [p. 176] ἀναμενόντων. ταῦτ᾽ ἐκίνησε τὸν Φάβιον τὰ γράμματα, καὶ λαβὼν μέρος τι τῆς στρατιᾶς ἔμελλεν ὁρμήσειν διὰ νυκτός: εἶτα χρησάμενος ὄρνισιν οὐκ αἰσίοις ἀπετράπη, καὶ μετὰ μικρὸν ἐπεγνώσθη τὰ γράμματα πρὸς αὐτὸν ὑπ᾽ Ἀννίβου δόλῳ συντεθέντα κἀκεῖνος ἐνεδρεύων αὐτὸν ὑπὸ τὴν πόλιν. ἀλλὰ ταῦτα μὲν ἄν τις εὐνοίᾳ θεῶν ἀναθείη.