οἱ δὲ περὶ Ἀντίαν ἱστοροῦσι δώδεκα μὲν εἶναι βίβλους ἱεροφαντικάς, δώδεκα δὲ ἄλλας Ἑλληνικὰς φιλοσόφους τὰς εἰς τὴν σορὸν συντεθείσας. τετρακοσίων δέ που διαγενομένων ἐτῶν ὕπατοι μὲν ἦσαν Πόπλιος Κορνήλιος καὶ Μάρκος Βαίβιος: ὄμβρων δὲ μεγάλων ἐπιπεσόντων καὶ χώματος περιρραγέντος ἐξέωσε σε τὰς σοροὺς τὸ ῥεῦμα: [5] καὶ τῶν ἐπιθημάτων ἀποπεσόντων ἡ μὲν ἑτέρᾳ κενὴ παντάπασιν ὤφθη καὶ μέρος οὐδὲν οὐδὲ λείψανον ἔχουσα τοῦ σώματος, ἐν δὲ τῇ ἑτέρᾳ τῶν γραμμάτων εὑρεθέντων ἀναγνῶναι μὲν αὐτὰ λέγεται Πετίλιος στρατηγῶν τότε, πρὸς δὲ τὴν σύγκλητον κομίσαι,1 μὴ δοκεῖν αὐτῷ θεμιτὸν εἶναι λέγων μηδὲ ὅσιον ἔκπυστα πολλοῖς τὰ [p. 382] γεγραμμένα γενέσθαι: διὸ καὶ κομισθείσας εἰς τὸ Κομίτιον τὰς βίβλους κατακαῆναι.
[6] πᾶσι μὲν οὖν ἕπεται τοῖς δικαίοις καὶ ἀγαθοῖς ἀνδράσι μείζων ὁ κατόπιν καὶ μετὰ τὴν τελευτὴν ἔπαινος, τοῦ φθόνου πολὺν χρόνον οὐκ ἐπιζῶντος, ἐν ίων δὲ καὶ προαποθνήσκοντος: οὐ μὴν ἀλλ᾽ ἐκείνου γε τὴν δόξαν αἱ τῶν ὕστερον βασιλέων τύχαι λαμπροτέραν ἐποίησαν, πέντε γάρ γενομένων μετ᾽ αὐτὸν ὁ μὲν ἔσχατος ἐκπεσὼν τῆς ἀρχῆς ἐν φυγῇ κατεγήρασε, τῶν δὲ τεσσάρων οὐδεὶς κατὰ φύσιν ἐτελεύτησεν, ἀλλ᾽ οἱ μὲν τρεῖς ἐπιβουλευθέντες ἐσφάγησαν, Ὁστίλιος δὲ Τύλλος, [7] ὃς μετὰ Νομᾶν ἐβασίλευσε, καὶ τὰ πλεῖστα τῶν ἐκείνου καλῶν, ἐν δὲ πρώτοις καὶ μάλιστα τὴν περὶ τὸ θεῖον εὐλάβειαν, ἐπιχλευάσας καὶ καθυβρίσας ὡς ἀργοποιὸν καὶ γυναικώδη, πρὸς πόλεμον ν ἔτρεψε τοὺς πολίτας, οὐδ᾽ αὐτὸς ἐνέμεινε τοῖς νεανιεύμασι τούτοις, ἀλλ᾽ ὑπὸ νόσου χαλεπῆς καὶ πολυτρόπου τὴν γνώμην ἀλλασσόμενος εἰς δεισιδαιμονίαν ἐνέδωκεν οὐδέν τι τῇ κατὰ Νομᾶν εὐσεβείᾳ προσήκουσαν, ἔτι δὲ μᾶλλον ἐνεποίησε τοῖς ἄλλοις τὸ τοιοῦτον πάθος, ὡς λέγεται, καταφλεχθεὶς ὑπὸ κεραυνῶν.