Μενελέως
φέρ᾽, ἢν δὲ δὴ νῷν μὴ ἀποδέξηται λόγους;
Ἑλένη
θανῇ: γαμοῦμαι δ᾽ ἡ τάλαιν᾽ ἐγὼ βίᾳ.
Μενελέως
προδότις ἂν εἴης: τὴν βίαν σκήψασ᾽ ἔχεις.
Ἑλένη
835ἀλλ᾽ ἁγνὸν ὅρκον σὸν κάρα κατώμοσα ...
Μενελέως
τί φῄς; θανεῖσθαι; κοὔποτ᾽ ἀλλάξεις λέχη;
Ἑλένη
ταὐτῷ ξίφει γε: κείσομαι δὲ σοῦ πέλας.
Μενελέως
ἐπὶ τοῖσδε τοίνυν δεξιᾶς ἐμῆς θίγε.
Ἑλένη
ψαύω, θανόντος σοῦ τόδ᾽ ἐκλείψειν φάος.
Μενελέως
840κἀγὼ στερηθεὶς σοῦ τελευτήσειν βίον.
Ἑλένη
πῶς οὖν θανούμεθ᾽ ὥστε καὶ δόξαν λαβεῖν;
Μενελέως
τύμβου 'πὶ νώτῳ σὲ κτανὼν ἐμὲ κτενῶ.
πρῶτον δ᾽ ἀγῶνα μέγαν ἀγωνιούμεθα
λέκτρων ὑπὲρ σῶν. ὁ δὲ θέλων ἴτω πέλας:
845τὸ Τρωικὸν γὰρ οὐ καταισχυνῶ κλέος
οὐδ᾽ Ἑλλάδ᾽ ἐλθὼν λήψομαι πολὺν ψόγον,
ὅστις Θέτιν μὲν ἐστέρησ᾽ Ἀχιλλέως,
Τελαμωνίου δ᾽ Αἴαντος εἰσεῖδον σφαγάς,
τὸν Νηλέως τ᾽ ἄπαιδα: διὰ δὲ τὴν ἐμὴν
850οὐκ ἀξιώσω κατθανεῖν δάμαρτ᾽ ἐγώ;
μάλιστά γε: εἰ γάρ εἰσιν οἱ θεοὶ σοφοί,
εὔψυχον ἄνδρα πολεμίων θανόνθ᾽ ὕπο
κούφῃ καταμπίσχουσιν ἐν τύμβῳ χθονί,
κακοὺς δ᾽ ἐφ᾽ ἕρμα στερεὸν ἐκβάλλουσι γῆς.
Χορός
855ὦ θεοί, γενέσθω δή ποτ᾽ εὐτυχὲς γένος
τὸ Ταντάλειον καὶ μεταστήτω κακῶν.
Ἑλένη
οἲ ἐγὼ τάλαινα: τῆς τύχης γὰρ ὧδ᾽ ἔχω.
Μενέλαε, διαπεπράγμεθ᾽: ἐκβαίνει δόμων
ἡ θεσπιῳδὸς Θεονόη: κτυπεῖ δόμος
860κλῄθρων λυθέντων. φεῦγ᾽: ἀτὰρ τί φευκτέον;
ἀποῦσα γάρ σε καὶ παροῦσ᾽ ἀφιγμένον
δεῦρ᾽ οἶδεν: ὦ δύστηνος, ὡς ἀπωλόμην.
Τροίας δὲ σωθεὶς κἀπὸ βαρβάρου χθονὸς
ἐς βάρβαρ᾽ ἐλθὼν φάσγαν᾽ αὖθις ἐμπεσῇ.