previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


καὶ τἄλλα μὲν δὴ ῥᾳδίως ἔσω νεὼς
1555ἐθέμεθα κουφίζοντα: ταύρειος δὲ ποὺς
οὐκ ἤθελ᾽ ὀρθὸς σανίδα προσβῆναι κάτα,
ἀλλ᾽ ἐξεβρυχᾶτ᾽ ὄμμ᾽ ἀναστρέφων κύκλῳ
κυρτῶν τε νῶτα κἀς κέρας παρεμβλέπων
μὴ θιγγάνειν ἀπεῖργεν. δ᾽ Ἑλένης πόσις
1560ἐκάλεσεν: πέρσαντες Ἰλίου πόλιν,
οὐκ εἶ᾽ ἀναρπάσαντες Ἑλλήνων νόμῳ
νεανίαις ὤμοισι ταύρειον δέμας
ἐς πρῷραν ἐμβαλεῖτε, †φάσγανόν θ᾽ ἅμα
πρόχειρον ὤσεισφάγια τῷ τεθνηκότι;
1565οἳ δ᾽ ἐς κέλευσμ᾽ ἐλθόντες ἐξανήρπασαν
ταῦρον φέροντές τ᾽ εἰσέθεντο σέλματα.
μονάμπυκον δὲ Μενέλεως ψήχων δέρην
μέτωπά τ᾽ ἐξέπεισεν ἐσβῆναι δόρυ.

τέλος δ᾽, ἐπειδὴ ναῦς τὰ πάντ᾽ ἐδέξατο,
1570πλήσασα κλιμακτῆρας εὐσφύρῳ ποδί
Ἑλένη καθέζετ᾽ ἐν μέσοις ἑδωλίοις,
τ᾽ οὐκέτ᾽ ὢν λόγοισι Μενέλεως πέλας:
ἄλλοι δὲ τοίχους δεξιοὺς λαιούς τ᾽ ἴσοι
ἀνὴρ παρ᾽ ἄνδρ᾽ ἕζονθ᾽, ὑφ᾽ εἵμασι ξίφη
1575λαθραῖ᾽ ἔχοντες, ῥόθιά τ᾽ ἐξεπίμπλατο
βοῆς κελευστοῦ φθέγμαθ᾽ ὡς ἠκούσαμεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (E. P. Coleridge, 1938)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: