previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


Κεφ. ζ᾽. ΙΠΠΑΡΧΙΑ

1 [96] Ἐθηράθη δὲ τοῖς λόγοις καὶ ἀδελφὴ τοῦ Μητροκλέους Ἱππαρχία. Μαρωνεῖται δ᾽ ἦσαν ἀμφότεροι.

Καὶ ἤρα τοῦ Κράτητος καὶ τῶν λόγων καὶ τοῦ βίου, οὐδενὸς τῶν μνηστευομένων ἐπιστρεφομένη,

οὐ πλούτου, οὐκ εὐγενείας, οὐ κάλλους: ἀλλὰ πάντ᾽ ἦν Κράτης αὐτῇ. καὶ δὴ καὶ ἠπείλει τοῖς γονεῦσιν ἀναιρήσειν αὑτήν, εἰ μὴ τούτῳ δοθείη. Κράτης μὲν οὖν παρακαλούμενος ὑπὸ τῶν γονέων αὐτῆς ἀποτρέψαι τὴν παῖδα, πάντ᾽ ἐποίει, καὶ τέλος μὴ πείθων, ἀναστὰς καὶ ἀποθέμενος τὴν ἑαυτοῦ σκευὴν ἀντικρὺ αὐτῆς ἔφη, " μὲν νυμφίος οὗτος, δὲ κτῆσις αὕτη, πρὸς ταῦτα βουλεύου": οὐδὲ γὰρ ἔσεσθαι κοινωνόν, εἰ μὴ καὶ τῶν αὐτῶν ἐπιτηδευμάτων γενηθείη.

2 [97] Εἵλετο παῖς καὶ ταὐτὸν ἀναλαβοῦσα σχῆμα συμπεριῄει τἀνδρὶ καὶ ἐν τῷ φανερῷ συνεγίνετο καὶ ἐπὶ τὰ δεῖπνα ἀπῄει. ὅτε καὶ πρὸς Λυσίμαχον εἰς τὸ συμπόσιον ἦλθεν, ἔνθα Θεόδωρον τὸν ἐπίκλην Ἄθεον ἐπήλεγξε, σόφισμα προτείνασα τοιοῦτον: ποιῶν Θεόδωρος οὐκ ἂν ἀδικεῖν λέγοιτο, οὐδ᾽ Ἱππαρχία ποιοῦσα τοῦτο ἀδικεῖν λέγοιτ᾽ ἄν: Θεόδωρος δὲ τύπτων ἑαυτὸν οὐκ ἀδικεῖ, οὐδ᾽ ἄρα Ἱππαρχία Θεόδωρον τύπτουσα ἀδικεῖ. δὲ πρὸς μὲν τὸ λεχθὲν οὐδὲν ἀπήντησεν, ἀνέσυρε δ᾽ αὐτῆς θοιμάτιον: ἀλλ᾽ οὔτε κατεπλάγη Ἱππαρχία οὔτε διεταράχθη ὡς γυνή. 3 [98] ἀλλὰ καὶ εἰπόντος αὐτῇ,

αὕτη 'στὶν τὰς παρ᾽ ἱστοῖς ἐκλιποῦσα κερκίδας;

"ἐγώ," φησίν, "εἰμί, Θεόδωρε: ἀλλὰ μὴ κακῶς σοι δοκῶ βεβουλεῦσθαι περὶ αὑτῆς, εἰ, τὸν χρόνον ὃν ἔμελλον ἱστοῖς προσαναλώσειν, τοῦτον εἰς παιδείαν κατεχρησάμην;" καὶ ταῦτα μὲν καὶ ἄλλα μυρία τῆς φιλοσόφου.

Φέρεται δὲ τοῦ Κράτητος βιβλίον Ἐπιστολαί,

ἐν αἷς ἄριστα φιλοσοφεῖ, τὴν λέξιν ἔστιν ὅτε παραπλήσιος Πλάτωνι. γέγραφε καὶ τραγῳδίας ὑψηλότατον ἐχούσας φιλοσοφίας χαρακτῆρα, οἷόν ἐστι κἀκεῖνο:

οὐχ εἷς πάτρας μοι πύργος, οὐ μία στέγη, πάσης δὲ χέρσου καὶ πόλισμα καὶ δόμος ἕτοιμος ἡμῖν ἐνδιαιτᾶσθαι πάρα.

Ἐτελεύτησε δὲ γηραιὸς καὶ ἐτάφη ἐν Βοιωτίᾳ.

1 96

2 97

3 98

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (R.D. Hicks, 1972)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: