previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


ἦμος δ᾽ ἀνέρες ὕπνον ἀπ᾽ ὀφθαλμῶν ἐβάλοντο
110ἀγρόται, οἵ τε κύνεσσι πεποιθότες οὔποτε νύκτα
ἄγχαυρον κνώσσουσιν, ἀλευάμενοι φάος ἠοῦς,
μὴ πρὶν ἀμαλδύνῃ θηρῶν στίβον ἠδὲ καὶ ὀδμὴν
θηρείην λευκῇσιν ἐνισκίμψασα βολῇσιν:
τῆμος ἄρ᾽ Αἰσονίδης κούρη τ᾽ ἀπὸ νηὸς ἔβησαν
115ποιήεντ᾽ ἀνὰ χῶρον, ἵνα κριοῦ καλέονται
εὐναί, ὅθι πρῶτον κεκμηότα γούνατ᾽ ἔκαμψεν,
νώτοισιν φορέων Μινυήιον υἷ᾽ Ἀθάμαντος.
ἐγγύθι δ᾽ αἰθαλόεντα πελεν βωμοῖο θέμεθλα,
ὅν ῥά ποτ᾽ Αἰολίδης Διὶ Φυξίῳ εἵσατο Φρίξος,
120ῥέζων κεῖνο τέρας παγχρύσεον, ὥς οἱ ἔειπεν
Ἑρμείας πρόφρων ξυμβλήμενος. ἔνθ᾽ ἄρα τούσγε
Ἄργου φραδμοσύνῃσιν ἀριστῆες μεθέηκαν.
τὼ δὲ δι᾽ ἀτραπιτοῖο μεθ᾽ ἱερὸν ἄλσος ἵκοντο,
φηγὸν ἀπειρεσίην διζημένω, ἔπι κῶας
125βέβλητο, νεφέλῃ ἐναλίγκιον, τ᾽ ἀνιόντος
ἠελίου φλογερῇσιν ἐρεύθεται ἀκτίνεσσιν.
αὐτὰρ ἀντικρὺ περιμήκεα τείνετο δειρὴν
ὀξὺς ἀύπνοισιν προϊδὼν ὄφις ὀφθαλμοῖσιν
νισσομένους, ῥοίζει δὲ πελώριον: ἀμφὶ δὲ μακραὶ
130ἠιόνες ποταμοῖο καὶ ἄσπετον ἴαχεν ἄλσος.
ἔκλυον οἳ καὶ πολλὸν ἑκὰς Τιτηνίδος Αἴης
Κολχίδα γῆν ἐνέμοντο παρὰ προχοῇσι Αύκοιο,
ὅς τ᾽ ἀποκιδνάμενος ποταμοῦ κελάδοντος Ἀράξεω
Φάσιδι συμφέρεται ἱερὸν ῥόον: οἱ δὲ συνάμφω
135Καυκασίην ἅλαδ᾽ εἰς ἓν ἐλαυνόμενοι προχέουσιν.
δείματι δ᾽ ἐξέγροντο λεχωίδες, ἀμφὶ δὲ παισὶν
νηπιάχοις, οἵ τέ σφιν ὑπ᾽ ἀγκαλίδεσσιν ἴαυον,
ῥοίζῳ παλλομένοις χεῖρας βάλον ἀσχαλόωσαι.
ὡς δ᾽ ὅτε τυφομένης ὕλης ὕπερ αἰθαλόεσσαι
140καπνοῖο στροφάλιγγες ἀπείριτοι εἱλίσσονται,
ἄλλη δ᾽ αἶψ᾽ ἑτέρῃ ἐπιτέλλεται αἰὲν ἐπιπρὸ
νειόθεν εἰλίγγοισιν ἐπήορος ἐξανιοῦσα:
ὧς τότε κεῖνο πέλωρον ἀπειρεσίας ἐλέλιξεν
ῥυμβόνας ἀζαλέῃσιν ἐπηρεφέας φολίδεσσιν.
145τοῖο δ᾽ ἑλισσομένοιο κατ᾽ ὄμματα νίσσετο κούρη,
ὕπνον ἀοσσητῆρα, θεῶν ὕπατον, καλέουσα
ἡδείῃ ἐνοπῇ, θέλξαι τέρας: αὖε δ᾽ ἄνασσαν
νυκτιπόλον, χθονίην, εὐαντέα δοῦναι ἐφορμήν.
εἵπετο δ᾽ Αἰσονίδης πεφοβημένος, αὐτὰρ ὅγ᾽ ἤδη
150οἴμῃ θελγόμενος δολιχὴν ἀνελύετ᾽ ἄκανθαν
γηγενέος σπείρης, μήκυνε δὲ μυρία κύκλα,
οἷον ὅτε βληχροῖσι κυλινδόμενον πελάγεσσιν
κῦμα μέλαν κωφόν τε καὶ ἄβρομον: ἀλλὰ καὶ ἔμπης
ὑψοῦ σμερδαλέην κεφαλὴν μενέαινεν ἀείρας
155ἀμφοτέρους ὀλοῇσι περιπτύξαι γενύεσσιν.
δέ μιν ἀρκεύθοιο νέον τετμηότι θαλλῷ
βάπτουσ᾽ ἐκ κυκεῶνος ἀκήρατα φάρμακ᾽ ἀοιδαῖς
ῥαῖνε κατ᾽ ὀφθαλμῶν: περί τ᾽ ἀμφί τε νήριτος ὀδμὴ
φαρμάκου ὕπνον ἔβαλλε: γένυν δ᾽ αὐτῇ ἐνὶ χώρῃ
160θῆκεν ἐρεισάμενος: τὰ δ᾽ ἀπείρονα πολλὸν ὀπίσσω
κύκλα πολυπρέμνοιο διὲξ ὕλης τετάνυστο.
ἔνθα δ᾽ μὲν χρύσειον ἀπὸ δρυὸς αἴνυτο κῶας,
κούρης κεκλομένης: δ᾽ ἔμπεδον ἑστηυῖα
φαρμάκῳ ἔψηχεν θηρὸς κάρη, εἰσόκε δή μιν
165αὐτὸς ἑὴν ἐπὶ νῆα παλιντροπάασθαι Ἰήσων
ἤνωγεν, λεῖπεν δὲ πολύσκιον ἄλσος Ἄρηος.
ὡς δὲ σεληναίην διχομήνιδα παρθένος αἴγλην
ὑψόθεν ἐξανέχουσαν ὑπωροφίου θαλάμοιο
λεπταλέῳ ἑανῷ ὑποΐσχεται: ἐν δέ οἱ ἦτορ
170χαίρει δερκομένης καλὸν σέλας: ὧς τότ᾽ Ἰήσων
γηθόσυνος μέγα κῶας ἑαῖς ἐναείρατο χερσίν:
καί οἱ ἐπὶ ξανθῇσι παρηίσιν ἠδὲ μετώπῳ
μαρμαρυγῇ ληνέων φλογὶ εἴκελον ἷζεν ἔρευθος.
ὅσση δὲ ῥινὸς βοὸς ἤνιος ἐλάφοιο
175γίγνεται, ἥν τ᾽ ἀγρῶσται ἀχαιινέην καλέουσιν,
τόσσον ἔην πάντῃ χρύσεον ἐφύπερθεν ἄωτον.
βεβρίθει λήνεσσιν ἐπηρεφές: ἤλιθα δὲ χθὼν
αἰὲν ὑποπρὸ ποδῶν ἀμαρύσσετο νισσομένοιο.
ἤιε δ᾽ ἄλλοτε μὲν λαιῷ ἐπιειμένος ὤμῳ
180αὐχένος ἐξ ὑπάτοιο ποδηνεκές, ἄλλοτε δ᾽ αὖτε
εἴλει ἀφασσόμενος: περὶ γὰρ δίεν, ὄφρα μή τις
ἀνδρῶν ἠὲ θεῶν νοσφίσσεται ἀντιβολήσας.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus Notes (George W. Mooney, 1912)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: