Πρῶτον αἱ τραγῳδίαι παρήχθησαν ὑπομνηστικαὶ τῶν συμβαινόντων καὶ ὅτι ταῦτα οὕτως πέφυκε γίνεσθαι καὶ ὅτι, οἷς ἐπὶ τῆς σκηνῆς ψυχαγωγεῖσθε, τούτοις μὴ ἄχθεσθε ἐπὶ τῆς μείζονος σκηνῆς: ὁρᾶτε γὰρ ὅτι οὕτως δεῖ ταῦτα περαίνεσθαι καὶ ὅτι φέρουσιν αὐτὰ καὶ οἱ κεκραγότες: ῾ἰὼ Κιθαιρών.᾿ καὶ λέγεται δέ τινα ὑπὸ τῶν τὰ δράματα ποιούντων χρησίμως: οἷόν ἐστιν ἐκεῖνο μάλιστα: εἰ δ̓ ἠμελήθην ἐκ θεῶν καὶ παῖδ̓ ἐμώ, ἔχει λόγον καὶ τοῦτο: καὶ πάλιν: τοῖς πράγμασιν γὰρ οὐχὶ θυμοῦσθαι: καί: βίον θερίζειν ὥστε κάρπιμον στάχυν: [2] καὶ ὅσα τοιαῦτα. μετὰ δὲ τὴν τραγῳδίαν ἡ ἀρχαία κωμῳδία παρήχθη, παιδαγωγικὴν παρρησίαν ἔχουσα καὶ τῆς ἀτυφίας οὐκ ἀχρήστως δἰ αὐτῆς τῆς εὐθυρρημοσύνης ὑπομιμνῄσκουσα: πρὸς οἷόν τι καὶ Διογένης ταυτὶ παρελάμβανε. μετὰ ταύτην ἡ μέση κωμῳδία καὶ λοιπὸν ἡ νέα πρὸς τί ποτε παρείληπται, ἣ κατ̓ ὀλίγον ἐπὶ τὴν ἐκ μιμήσεως φιλοτεχνίαν ὑπερρύη, ἐπίστησον. ὅτι μὲν γὰρ λέγεται καὶ ὑπὸ τούτων τινὰ χρήσιμα οὐκ ἀγνοεῖται, ἀλλὰ ἡ ὅλη ἐπιβολὴ τῆς τοιαύτης ποιήσεως καὶ δραματουργίας πρὸς τίνα ποτὲ σκοπὸν ἀπέβλεψεν;