previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

2. ἠθέλησε. πρὸς δὲ τὰ καταλειφθέντα ὑπ᾽ 1 αὐτοῦ πάντα, ὡς καὶ παρ᾽ ἑαυτοῦ δή, τοῖς τε ἄλλοις ἀποδοὺς μεγαλοψυχίας τινὰ δόξαν παρὰ τοῖς πολλοῖς ἐκτήσατο. τούς τε οὖν δορυφόρους εὐθὺς γυμνασίαν ποιουμένους θεασάμενος μετὰ τῆς γερουσίας, τάς τε καταλειφθείσας σφίσι [p. 264] κατὰ πεντήκοντα καὶ διακοσίας δραχμὰς διένειμε [2] καὶ ἑτέρας τοσαύτας προσεπέδωκε: καὶ τῷ δήμῳ τάς τε πέντε καὶ εἴκοσι καὶ ἑκατὸν καὶ χιλίας μυριάδας ῾τοσαῦται γὰρ αὐτῷ κατελείφθησαν᾽ καὶ προσέτι τὰς ἑξήκοντα κατ᾽ ἄνδρα δραχμάς, ἃς ἐπὶ τῇ ἑαυτοῦ ἐς τοὺς ἐφήβους ἐσγραφῇ οὐκ εἰλήφεσαν, μετὰ τόκου πεντεκαίδεκα ἄλλων [3] δραχμῶν ἀπέδωκε. τοῖς τε γὰρ ἀστικοῖς καὶ τοῖς νυκτοφύλαξι, τοῖς τε ἔξω τῆς Ἰταλίας ἐκ τοῦ καταλόγου οὖσιν, εἴ τέ τι ἄλλο στράτευμα πολιτικὸν ἐν τοῖς μικροτέροις τείχεσιν ἦν, τὰ καταλειφθέντα διέλυσε, τοῦτ᾽ ἔστι τοῖς μὲν ἀστικοῖς ἀνὰ πέντε καὶ εἴκοσι καὶ ἑκατὸν δραχμάς, τοῖς δ᾽ ἄλλοις ἅπασι πέντε καὶ ἑβδομήκοντα. [4] τὸ δ᾽ αὐτὸ τοῦτο καὶ περὶ τὰς τῆς Λιουίας διαθήκας ἔπραξε: καὶ γὰρ ἐκεῖνα πάντα ἀπήλλαξε. καὶ εἴπερ καὶ τὰ λοιπὰ χρήματα δεόντως ἀναλώκει, μεγαλόνους τε ἂν καὶ μεγαλοπρεπὴς εἶναι ἔδοξεν. ἔστι μὲν 2 γὰρ ὅτε φοβηθεὶς καὶ τὸν δῆμον καὶ τοὺς στρατιώτας ταῦτ᾽ ἐποίησε, τὸ δὲ δὴ πλεῖστον ἀπὸ γνώμης: οὐ γὰρ ὅτι τοῖς ἄλλοις ἀλλὰ καὶ τοῖς ἰδιώταις, οὐχ ὅπως τὰ παρὰ τοῦ Τιβερίου ἀλλὰ καὶ τὰ παρὰ τῆς προτήθης δωρηθέντα [5] διέλυσε. νῦν δὲ καὶ ἐς ὀρχηστάς ῾αὐτίκα γὰρ αὐτοὺς ἐπανήγαγἐ καὶ ἐς ἵππους τούς τε μονομάχους καὶ τἆλλα τὰ τοιουτότροπα ἀπλήστως δαπανήσας τούς τε θησαυροὺς μεγάλους γενομένους διὰ βραχυτάτου ἐξεκένωσε, καὶ αὑτὸν προσεξήλεγξεν ὅτι εὐχερείᾳ τέ τινι καὶ ἀκρισίᾳ [p. 266] [6] καὶ ἐκεῖνα ἐπεποιήκει. πέντε 3 γοῦν μυριάδας μυριάδων καὶ πεντακοσίας καὶ ἑπτακισχιλίας, ὡς δὲ ἕτεροι, ὀκτώ τε καὶ δισχιλίας καὶ πεντακοσίας τεθησαυρισμένας εὑρὼν οὐδὲ ἐς τὸ τρίτον ἔτος μέρος ἀπ᾽ αὐτῶν τι διέσωσεν, ἀλλ᾽ εὐθὺς τῷ ἑτέρῳ παμπόλλων προσεδεήθη. ”

1 u(p Reim., a)p' M.

2 me\n supplied by Bk.

3 For pe/nte Xyl. suggested e(/c, shich sould make the sum the same as given by Suet., Gai. 37 (vicies ac septies millies sestertium=2,700,000,000 sesterces'.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (4 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: