Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
book 1book 2book 3book 4book 5book 6book 7book 8book 9book 10book 11book 12book 13book 14book 15book 16book 17book 18book 19book 20book 21book 22book 23book 24book 25book 26book 27book 28book 29book 30-35
Fragments of uncertain reference
book 36book 37book 38book 39book 40book 41book 42book 48book 44book 45book 46book 46book 48book 49book 50book 51book 52book 53book 54book 55book 56book 57frbook 57book 58book 59book 60
Epitome
of book 61
book 61bbook 62book 62bbook 63book 64bbook 64book 65book 66book 67book 68book 69book 70book 12book 72book 73book 74book 75book 76book 77book 78book 79book 80book 80b
chapter:
This text is part of:
Search the Perseus Catalog for:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
17. προσκυνεῖν εἰθίσθαι. ἐκ δὲ τούτου τήν τε Αἴγυπτον
ὑποτελῆ ἐποίησε καὶ τῷ Γάλλῳ τῷ Κορνηλίῳ
ἐπέτρεψε: πρός τε γὰρ τὸ πολύανδρον καὶ τῶν
πόλεων καὶ τῆς χώρας, καὶ πρὸς τὸ ῥᾴδιον τό τε
κοῦφον τῶν τρόπων αὐτῶν, τήν τε σιτοπομπίαν
καὶ τὰ χρήματα, οὐδενὶ βουλευτῇ οὐχ ὅπως
ἐγχειρίσαι αὐτὴν ἐτόλμησεν, ἀλλ᾽ οὐδὲ ἐνεπιδημεῖν
αὐτῇ ἐξουσίαν ἔδωκεν, ἂν μή τινι αὐτὸς
[2]
ὀνομαστὶ συγχωρήσῃ. οὐ μέντοι οὐδὲ ἐκείνοις
βουλεύειν ἐν τῇ Ῥώμῃ ἐφῆκεν. ἀλλὰ τοῖς μὲν
ἄλλοις ὡς ἑκάστοις, τοῖς δ᾽ Ἀλεξανδρεῦσιν ἄνευ
βουλευτῶν πολιτεύεσθαι ἐκέλευσε: τοσαύτην που
[3]
νεωτεροποιίαν αὐτῶν κατέγνω. καί σφων οὕτω
τότε ταχθέντων τὰ μὲν ἄλλα καὶ νῦν ἰσχυρῶς
φυλάσσεται, βουλεύουσι δὲ δὴ καὶ ἐν τῇ Ἀλεξανδρείᾳ,
ἐπὶ Σεουήρου αὐτοκράτορος ἀρξάμενοι, καὶ
ἐν τῇ Ῥώμῃ, ἐπ᾽ Ἀντωνίνου τοῦ υἱέος αὐτοῦ
πρῶτον ἐς τὴν γερουσίαν ἐσγραφέντες.
[4]
Αἴγυπτος μὲν οὕτως ἐδουλώθη: πάντες γὰρ οἱ
ἀντισχόντες αὐτῶν χρόνον τινὰ ἐχειρώθησαν,
ὥς που καὶ τὸ δαιμόνιόν σφισιν ἐναργέστατα
προέδειξεν. ὗσέ τε γὰρ οὐχ ὅπως ὕδατι, ἔνθα
μηδὲ ἐψέκασέ ποτε, ἀλλὰ καὶ αἵματι: ταῦτά τε
ἅμα ἐκ τῶν νεφῶν ἐξέπιπτε καὶ ὅπλα παρεφαίνετο.
[5]
κτυπήματά τέ τινα ἑτέρωθι καὶ τυμπάνων
καὶ κυμβάλων καὶ βοήματα καὶ αὐτῶν
[p. 48]
καὶ σαλπίγγων ἐγίγνετο, καί τις δράκων ὑπερμεγέθης
ἐξαίφνης σφίσιν ὀφθεὶς ἀμήχανον ὅσον
ἐξεσύρισε. κἀν τούτῳ καὶ ἀστέρες κομῆται
ἑωρῶντο, καὶ νεκρῶν εἴδωλα ἐφαντάζετο, τά τε
ἀγάλματα ἐσκυθρώπασε, καὶ ὁ Ἆπις ὀλοφυρτικόν
τι ἐμυκήσατο καὶ κατεδάκρυσε.
[6]
ταῦτα μὲν οὕτως ἐγένετο, χρήματα δὲ πολλὰ
μὲν ἐν τῷ βασιλικῷ εὑρέθη ῾πάντα γὰρ ὡς εἰπεῖν
καὶ τὰ ἐκ τῶν ἁγιωτάτων ἱερῶν ἀναθήματα ἡ
Κλεοπάτρα ἀνελομένη συνεπλήθυσε τὰ λάφυρα
τοῖς Ῥωμαίοις ἄνευ τινὸς οἰκείου αὐτῶν μιάσματος 1᾿,
πολλὰ δὲ καὶ παρ᾽ ἑκάστου τῶν αἰτιαθέντων
[7]
τι 2 ἠθροίσθη. καὶ χωρὶς οἱ λοιποὶ πάντες, ὅσοι
μηδὲν ἴδιον ἔγκλημα λαβεῖν ἐδύναντο, τὰ δύο
μέρη τῶν οὐσιῶν ᾐτήθησαν. 3 καὶ ἀπ᾽ αὐτῶν
πάντες μὲν οἱ στρατιῶται τὰ ἐποφειλόμενά σφισιν
ἐκομίσαντο, οἱ δὲ δὴ καὶ τότε τῷ Καίσαρι συγγενόμενοι
πεντήκοντα καὶ διακοσίας δραχμάς, ὥστε
[8]
μὴ διαρπάσαι τὴν πόλιν, προσεπέλαβον. τοῖς
τε προδανείσασί τι πάντα ἀπηλλάγη, καὶ τοῖς
συμμετασχοῦσι τοῦ πολέμου καὶ τῶν βουλευτῶν
καὶ τῶν ἱππέων πάμπολλα ἐδόθη, τό τε σύμπαν
ἥ τε ἀρχὴ ἡ τῶν Ῥωμαίων ἐπλουτίσθη καὶ τὰ
ἱερὰ αὐτῶν ἐκοσμήθη.
Dio's Roman History. Cassius Dio Cocceianus. Earnest Cary. Herbert Baldwin Foster. William Heinemann, Harvard University Press. London; New York. 1914-. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (6 total)
- Cross-references in general dictionaries to this page
(6):
- LSJ, ἀπαλλάσσω
- LSJ, βόα_μα
- LSJ, ἐκσυ_ρίζω
- LSJ, ἐνεπι-δημέω
- LSJ, κτυ?́π-ημα
- LSJ, προδα^ν-είζω
load
Vocabulary Tool
hide
Search
hideStable Identifiers
hide
Display Preferences