ὁρῶ τοίνυν ἔγωγε πρῶτον μὲν φρονιμώτατόν σε ἀνθρώπων ὄντα: τεκμήριον δὲ ὅτι πλεῖστα μὲν καὶ τὴν βουλὴν καὶ τὸν δῆμον, ἐν οἷς συνεβούλευσάς τι αὐτοῖς, ἔπεισας, πλεῖστα δὲ καὶ τοὺς ἰδιώτας, ἐν οἷς συνηγόρησάς σφισιν, ὠφέλησας: [2] ἔπειτα δὲ καὶ δικαιότατον: πανταχοῦ γοῦν ὑπέρ τε τῆς πατρίδος καὶ τῶν φίλων ἀνταγωνιζόμενος τοῖς ἐπιβουλεύουσιν αὐτοῖς ἐξήτασαι: καὶ αὐτά [p. 244] γε 1 ταῦτα ἃ νῦν πέπονθας, οὐ δι᾽ ἄλλο τι συμβέβηκέ σοι ἢ ὅτι πάνθ᾽ ὑπὲρ τῶν νόμων καὶ τῆς [3] πολιτείας καὶ λέγων καὶ πράττων διετέλεις. καὶ μὴν ὅτι καὶ σωφροσύνης ἐς τὰ πρῶτα ἀνήκεις, αὐτὸ τὸ ἐπιτήδευμά σου δηλοῖ: οὐ γὰρ οἷόν τ᾽ ἐστὶ δουλεύοντά τινα ταῖς τοῦ σώματος ἡδοναῖς ἐν μέσῳ τε ἀεὶ φαίνεσθαι καὶ ἐν τῇ ἀγορᾷ ἀναστρέφεσθαι, μαρτύρια τὰ ἡμερινὰ ἔργα τῶν νυκτερινῶν [4] ποιούμενον. οὕτω δὲ δὴ τούτων ἐχόντων ἐγὼ μέν σε καὶ ἀνδρειότατον ᾤμην εἶναι, τοσαύτῃ μὲν ῥώμῃ διανοίας τοσαύτῃ δὲ καὶ ἰσχύι λόγων χρώμενον: σὺ δέ, ὡς ἔοικας, αὐτὸς ἑαυτοῦ ἐκπλαγεὶς ὅτι παρά τε τὴν ἐλπίδα καὶ παρὰ τὴν ἀξίαν ἔπταισας, παρῄρησαί τι τοῦ σφόδρα ἀνδρείου. [5] ἀλλὰ τοῦτο μὲν εὐθὺς ἀπολήψῃ: τοιούτων δὲ τῶν κατὰ σὲ ὄντων, καὶ εὖ μὲν ἥκοντος τοῦ σώματος εὖ δὲ καὶ τῆς ψυχῆς, οὐχ ὁρῶ τί τὸ λυποῦν ἐστί σε.
’