This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ἐρῶ δὲ καὶ κεφαλαιωδῶς περὶ ταύτης τῆς ἰδέας ἣν
ἐγὼ δόξαν ἔχω καὶ τίνι διαφέρειν οἴομαι τὸν Ἰσαῖον
τοῦ Λυσίου. τοῦ Λυσίου μὲν δή τις ἀναγινώσκων
τὰς διηγήσεις οὐδὲν ἂν ὑπολάβοι λέγεσθαι κατὰ τέχνην
ἢ πονηρίαν, ἀλλ᾽ ὡς ἡ φύσις καὶ ἡ ἀλήθεια φέρει, αὐτὸ
τοῦτο ἀγνοῶν τῆς τέχνης, ὅτι τὸ μιμήσασθαι τὴν φύσιν
αὐτῆς μέγιστον ἔργον ἦν. ἐπὶ δὲ τῶν Ἰσαίου διηγημάτων
τοὐναντίον ἂν πάθοι, μηδὲν ὑπολαβεῖν αὐτοφυῶς
καὶ ἀπραγματεύτως λέγεσθαι μηδ᾽ εἴ τινα ὡς ἔτυχε
γενόμενα εἴρηται, ἐκ κατασκευῆς δὲ πάντα καὶ μεμηχανημένα
πρὸς ἀπάτην ἢ ἄλλην τινὰ κακουργίαν.
καὶ τῷ μὲν ἂν καὶ τὰ ψευδῆ λέγοντι πιστεύσειεν ἄν,
τῷ δὲ μηδ᾽ ἂν ἀληθεύῃ, χωρὶς ὑποψίας προσέξει.
ἐν δὲ τοῖς ἀποδεικτικοῖς διαλλάττειν ἂν δόξειεν
Ἰσαῖος Λυσίου τῷ τε μὴ κατ᾽ ἐνθύμημά τι λέγειν ἀλλὰ
κατ᾽ ἐπιχείρημα καὶ τῷ μὴ βραχέως ἀλλὰ διεξοδικῶς μηδὲ
[p. 115]
ἁπλῶς ἀλλ᾽ ἀκριβῶς αὔξειν τε μᾶλλον καὶ δεινότερα
ποιεῖν τὰ πράγματα καὶ τὰ πάθη ποιεῖν γεννικώτερα.
ἐν γὰρ δὴ τούτοις οὐχ ἧττόν ἐστι φανερὸς τῇ Δημοσθένους
τέχνῃ τὰς ἀφορμὰς δεδωκώς, ἀλλ᾽ οὐ τὴν
Λυσίου διώκων ἀφέλειαν, ὡς ἐκ πολλῶν ἔστι λόγων,
μᾶλλον δὲ ἐκ πάντων τῶν γραφέντων ὑπ᾽ ατοῦ
τεκμήρασθαι. εἰ δέ τι δεῖ καὶ παραδείγμασι χρῆσθαι,
μή τις ἀναπόδεικτα δόξῃ λέγειν ἡμᾶς, ποιήσω καὶ
τοῦτο, προχειρισάμενος τὸν ὑπὲρ Εὐφιλήτου λόγον, ἐν
ᾇ τὸν Ἐρχιέων δῆμον εἰς τὸ δικαστήριον προσκαλεῖταί
τις τῶν ἀποψηφισθέντων ὡς ἀδίκως τῆς πολιτείας
ἀπελαυνόμενος. ἐγράφη γὰρ δή τις ὑπὸ τῶν Ἀθηναίων
νόμος ἐξέτασιν γενέσθαι τῶν πολιτῶν κατὰ δήμους,
τὸν δὲ ἀποψηφισθέντα ὑπὸ τῶν δημοτῶν τῆς πολιτείας
μὴ μετέχειν, τοῖς δὲ ἀδίκως ἀποψηφισθεῖσιν ἔφεσιν
εἰς τὸ δικαστήριον εἶναι, προσκαλεσαμένοις τοὺς δημότας,
καὶ ἐὰν τὸ δεύτερον ἐξελεγχθῶσι, πεπρᾶσθαι
αὐτοὺς καὶ τὰ χρήματα εἶναι δημόσια. κατὰ τοῦτον
τὸν νόμον ὁ Εὐφίλητος προσκαλεσάμενος τοὺς Ἐρχιέας
ὡς ἀδίκως καταψηφισαμένους αὐτοῦ τὸν ἀγῶνα τόνδε
διατίθεται. προείρηται μὲν δὴ τὰ πράγματα ταῦτ᾽
ἀκριβῶς καὶ πεπίστωται διὰ τῶν μαρτύρων, οἷς δὲ
[p. 116]
βεβαίας βούλεται ποιῆσαι τὰς μαρτυρίας, τάδε ἐστίν,
ὡς μὲν ἐγὼ δόξης ἔχω, πάντ᾽ ἀκριβῶς ἐξειργασμένα.
κρινέτω δὲ ὁ βουλόμενος, εἰ τὰ προσήκοντα ἔγνωκα
περὶ αὐτῶν:
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.