previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics


μίαν εἰπὼν ἔτι τὴν οὔτε ἀγνοουμένην ὑπ᾽ οὐδενὸς ἀνθρώπων οὔτε ἀμφισβητουμένην παύσομαι. τίς δ᾽ ἐστὶν αὕτη; τὸ κοινὸν συμφέρον εἰσάγουσα καὶ δι᾽ ἀλλήλων ἀμφότερα ποιοῦσα σώζεσθαι τὰ μέρη. αὕτη μέντοι πρώτη καὶ μόνη συνάγει τε ἡμᾶς εἰς τὸ αὐτὸ καὶ οὐκ ἐάσει ποτὲ δίχ᾽ ἀλλήλων γενέσθαι. δεήσεται γὰρ ἀεὶ καὶ οὐδέποτε παύσεται δεόμενον τὸ μὲν ἀμαθὲς πλῆθος ἔμφρονος ἡγεμονίας, τὸ δ᾽ ἡγεῖσθαι δυνάμενον βουλευτήριον τῶν ἄρχεσθαι βουλομένων ὄχλων: καὶ οὐ δόξῃ μόνον τοῦτ᾽ εἰκάσαντες, [2] ἀλλὰ καὶ ἔργῳ πειραθέντες ἴσμεν. τί οὖν δεδιττόμεθα καὶ πράγματα παρέχομεν ἀλλήλοις; τί δὲ λόγους πονηροὺς λέγομεν χρηστὰ πράγματα ἔχοντες ἐν χερσίν, ἀλλ᾽ οὐκ ἀναπτύξαντες αὑτοὺς καὶ τὼ χεῖρε περιβάλλοντες ἀλλήλοις ἄπιμεν εἰς τὴν πατρίδα παλαιὰν τέρψιν τῶν ἡδίστων καὶ πόθον ἁπάντων γλυκύτατον ἀποληψόμενοι, ἀλλ᾽ ἐπιζητοῦμεν ἀσφαλείας ἀγενήτους καὶ πίστεις ἀπίστους, ὥσπερ οἱ πολεμιώτατοι καὶ πάντα ὑποπτεύοντες ἐπὶ τὸ χεῖρον. ἡμῖν μέν, δημόται, τοῖς ἐκ τοῦ συνεδρίου μία πίστις ἀπόχρη περὶ τοῦ μὴ ἄν ποτε ὑμᾶς γενέσθαι περὶ ἡμᾶς, εἰ κατέλθοιτε, κακοὺς τροφάς τε ὑμῶν ἀγαθὰς εἰδόσι καὶ [p. 390] ἐπιτηδεύματα νόμιμα τήν τε ἄλλην ἀρετήν, ἣν πολλάκις ἀπεδείξασθε καὶ ἐν εἰρήνῃ καὶ κατὰ πολέμους. [3] καὶ εἴ τι δι᾽ ἀνάγκην τῆς πίστεως καὶ ἐλπίδος τὰ συμβόλαια κοινῆς ἐπανορθώσεως τύχοι, τὰ γοῦν ἄλλα πιστεύομεν ὑμῖν ἔσεσθαι ἀγαθοὺς καὶ οὐδὲν δεόμεθα οὔτε ὅρκων οὔτε ὁμήρων οὔτε ἄλλης πίστεως παρὰ τοῦ πλήθους οὐδεμιᾶς: ὑμῖν μέντοι γε πρὸς οὐδὲν τῶν ἀξιουμένων ἐναντιωσόμεθα. καὶ περὶ μὲν τῆς πίστεως, ἐφ᾽ διαβάλλειν ἡμᾶς Βροῦτος ἐπεχείρει, ταῦτα ἱκανά. εἰ δέ τις ὑμῖν φθόνος οὐ δίκαιος ἐγκάθηται πονηρὰ περὶ τῆς βουλῆς διανοεῖσθαι πείθων, βούλομαί τινα καὶ πρὸς τοῦτον εἰπεῖν λόγον, δημόται: καί μου πρὸς θεῶν μεθ᾽ ἡσυχίας καὶ προσοχῆς ἀκούσατε.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: