τοιαύτῃ καταδρομῇ τοῦ Τύρνου χρησαμένου καὶ τῶν πολλῶν σφόδρα κινηθέντων ἐπὶ τοῖς λόγοις αἰτησάμενος εἰς ἀπολογίαν ὁ Ταρκύνιος τὴν ἐπιοῦσαν ἡμέραν καὶ λαβών, ὡς ὁ σύλλογος διελύθη, παρακαλέσας τοὺς ἀναγκαιοτάτους ἐσκόπει μετ᾽ ἐκείνων, τίνα χρηστέον τοῖς πράγμασι τρόπον. οἱ μὲν οὖν ἄλλοι τοὺς λόγους, οὓς ἦν αὐτῷ λεκτέον ἐπὶ τῆς ἀπολογίας, ὑπετίθεντο καὶ τοὺς τρόπους, οἷς ἔδει τὸ πλῆθος ἀποθεραπεύειν, ἀπελογίζοντο. αὐτὸς δ᾽ ὁ Ταρκύνιος τούτων μὲν οὐδενὸς ἔφη δεῖν τοῖς πράγμασιν, ἰδίαν δὲ γνώμην ἀπεδείκνυτο μὴ τὰ κατηγορηθέντα λύειν, ἀλλ᾽ [2] αὐτὸν τὸν κατηγορήσαντα ἀναιρεῖν. ἐπαινεσάντων δὲ τὴν γνώμην ἁπάντων συνταξάμενος μετ᾽ αὐτῶν τὰ κατὰ τὴν ἐπίθεσιν πράγματι ἐπεχείρησεν ἥκιστα δυναμένῳ πεσεῖν εἰς πρόνοιαν ἀνθρωπίνην καὶ φυλακήν. [p. 83] τῶν γὰρ παρακομιζόντων τά θ᾽ ὑποζύγια καὶ τὴν ἀποσκευὴν τοῦ Τύρνου θεραπόντων τοὺς πονηροτάτους ἐξευρὼν καὶ διαφθείρας χρήμασιν ἔπειθεν ὑπὸ νύκτα ξίφη πολλὰ παρ᾽ αὐτοῦ λαβόντας εἰσενεγκεῖν εἰς τὴν κατάλυσιν τοῦ δεσπότου καὶ ἀποθέσθαι κρύψαντας ἐν τοῖς σκευοφόροις. [3] τῇ δ᾽ ἑξῆς ἡμέρᾳ συναχθείσης τῆς ἐκκλησίας παρελθὼν ὑπὲρ μὲν τῶν κατηγορηθέντων βραχεῖαν ἔλεγεν εἶναι τὴν ἀπολογίαν καὶ δικαστὴν ἁπάντων ἐποιεῖτο τῶν ἐγκλημάτων αὐτὸν τὸν κατήγορον. οὑτοσὶ γάρ, ἔφη, Τύρνος, ὦ σύνεδροι, τούτων ὧν νυνί μου κατηγορεῖ πάντων δικαστὴς γενόμενος αὐτὸς ἀπέλυσέ με, ὅτε τὴν θυγατέρα τὴν ἐμὴν ἐβούλετο λαβεῖν γυναῖκα. [4] ἐπεὶ δ᾽ ἀπηξιώθη τῶν γάμων κατὰ τὸ εἰκός: τίς γὰρ ἂν τῶν νοῦν ἐχόντων Μαμίλιον τὸν εὐγενέστατόν τε καὶ κράτιστον Λατίνων ἀπεώσατο, τοῦτον δὲ κηδεστὴν ἠξίωσε λαβεῖν, ὃς οὐδ᾽ εἰς τρίτον πάππον ἀνενεγκεῖν ἔχει τὸ γένος; ἀγανακτῶν ἐπὶ τούτῳ νῦν ἥκει μου κατηγορῶν. ἔδει δ᾽ αὐτόν, εἰ μὲν ᾔδει με τοιοῦτον ὄντα, οἷον νῦν αἰτιᾶται, μὴ προθυμεῖσθαι λαβεῖν τότε πενθερόν: εἰ δὲ χρηστὸν ἐνόμιζεν, ὅτε τὴν θυγατέρα με ᾐτεῖτο, μηδὲ νῦν ὡς πονηροῦ κατηγορεῖν. [5] καὶ περὶ μὲν ἐμαυτοῦ τοσαῦτα λέγω: ὑμῖν δ᾽, ὦ σύνεδροι, κινδύνων τὸν μέγιστον τρέχουσιν οὐ περὶ ἐμοῦ σκεπτέον ἐστὶ νυνί, πότερα χρηστὸς ἢ πονηρός εἰμι: τουτὶ γὰρ ἐξέσται καὶ μετὰ ταῦθ᾽ ὑμῖν σκοπεῖν: ἀλλὰ περὶ τῆς ὑμῶν αὐτῶν ἀσφαλείας καὶ περὶ τῆς τῶν πατρίδων ἐλευθερίας. ἐπιβουλεύεσθε [p. 84] γὰρ οἱ κορυφαιότατοι τῶν ἐν ταῖς πόλεσι καὶ τὰ κοινὰ πράττοντες ὑπὸ τοῦ καλοῦ τούτου δημαγωγοῦ, ὃς παρεσκεύασταί τε τοὺς ἐπιφανεστάτους ὑμῶν ἀποκτείνας ἐπιθέσθαι τῇ Λατίνων ἀρχῇ καὶ ἐπὶ τοῦθ᾽ [6] 1 ἥκει. ταῦτα δ᾽ οὐκ εἰκάζων, ἀλλ᾽ ἀκριβῶς ἐπιστάμενος λέγω μηνύσεώς μοι γενομένης ἐν τῇ παρελθούσῃ νυκτὶ ὑπό τινος τῶν μετεσχηκότων τῆς συνωμοσίας. τεκμήριον δ᾽ ὑμῖν παρέξομαι τῶν λόγων ἔργον ἀναμφίλεκτον, ἐὰν ἐθελήσητε ἐλθεῖν ἐπὶ τὴν κατάλυσιν αὐτοῦ, τὰ κεκρυμμένα ἐν αὐτῇ δείξας ὅπλα.