σκοπεῖν, μὴ καὶ τοὐμὸν ὅμοιον ᾖ τῷ Ἀντιόχῳ καὶ τὰ μὲν
ἄλλα οὐκ ἄξια μάχης, ἐλέφαντες δέ τινες καὶ ξένα μορμολύκεια
πρὸς τοὺς ὁρῶντας καὶ θαυματοποιία ἄλλως:
ἐκεῖνα γοῦν ἐπαινοῦσι πάντες. οἷς δ᾽ ἐγὼ ἐπεποίθειν, οὐ
πάνυ ταῦτα ἐν λόγῳ παρ᾽ αὐτοῖς ἐστιν, ἀλλ᾽ ὅτι μὲν θήλεια
ἱπποκένταυρος γεγραμμένη, τοῦτο μόνον ἐκπλήττονται
καὶ ὥσπερ ἐστί, καινὸν καὶ τεράστιον δοκεῖ αὐτοῖς.
τὰ δ᾽ ἄλλα μάτην ἄρα τῷ Ζεύξιδι πεποίηται; ἀλλ᾽ οὐ
μάτην: γραφικοὶ γὰρ ὑμεῖς καὶ μετὰ τέχνης ἕκαστα ὁρᾶτε.
εἴη μόνον ἄξια τοῦ θεάτρου δεικνύειν.