previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[4] . ὑμεῖς δὲ ἀνάσχεσθέ μου, ἄνδρες δικασταί, πρὸς ὀλίγον τὰ ἐν τῇ τυραννίδι καίπερ εἰδόσιν ὑμῖν ἀκριβῶς διηγουμένου: καὶ γὰρ τὸ μέγεθος οὕτω μάθοιτ᾽ ἂν τῆς εὐεργεσίας τῆς ἐμῆς, καὶ αὐτοὶ μᾶλλον εὐφρανεῖσθε λογιζόμενοι ὧν ἀπηλλάγητε. οὐ γὰρ ὥσπερ ἄλλοις τισὶν ἤδη συνέβη πολλάκις, ἁπλῆν καὶ ἡμεῖς τυραννίδα καὶ μίαν δουλείαν ὑπεμείναμεν, οὐδὲ ἑνὸς ὑπηνέγκαμεν ἐπιθυμίαν δεσπότου, ἀλλὰ μόνοι τῶν πώποτε τὰ ὅμοια δυστυχησάντων δύο ἀνθ᾽ ἑνὸς τυράννους εἴχομεν [p. 448] καὶ πρὸς διττὰ οἱ δυστυχεῖς ἀδικήματα διῃρούμεθα. μετριώτερος δὲ πρεσβύτης ἦν παρὰ πολὺ καὶ πρὸς τὰς ὀργὰς ἠπιώτερος καὶ πρὸς τὰς κολάσεις ἀμβλύτερος καὶ πρὸς τὰς ἐπιθυμίας βραδύτερος, ὡς ἂν ἤδη τῆς ἡλικίας τὸ μὲν σφοδρότερον τῆς ὁρμῆς ἐπεχούσης, τὰς δὲ τῶν ἡδονῶν ὀρέξεις χαλιναγωγούσης. καὶ πρός γε τὴν ἀρχὴν τῶν ἀδικημάτων ὑπὸ τοῦ παιδὸς ἄκων προσῆχθαι ἐλέγετο, οὐ πάνυ τυραννικὸς αὐτὸς ὤν, ἀλλ᾽ εἴκων ἐκείνῳ: φιλότεκνος γὰρ ἐς ὑπερβολὴν ἐγένετο, ὡς ἔδειξεν, καὶ πάντα παῖς ἦν αὐτῷ καὶ ἐκείνῳ ἐπείθετο καὶ ἠδίκει ὅσα κελεύοι καὶ ἐκόλαζεν οὓς προστάττοι καὶ πάντα ὑπηρέτει, καὶ ὅλως ἐτυραννεῖτο ὑπ᾽ αὐτοῦ καὶ δορυφόρος τῶν τοῦ παιδὸς ἐπιθυμιῶν ἦν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: