This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
καὶ τὸν μὲν στρατηλάτην αὐτὸν ἐφ᾽ ἅρματος ὀχεῖσθαι
παρδάλεων ὑπεζευγμένων, ἀγένειον ἀκριβῶς,
οὐδ᾽ ἐπ᾽ ὀλίγον τὴν παρειὰν χνοῶντα, κερασφόρον, βοτρύοις ἐστεφανωμένον, μίτρᾳ τὴν κόμην
[p. 50] ἀναδεδεμένον, ἐν πορφυρίδι καὶ χρυσῇ ἐμβάδι:
ὑποστρατηγεῖν δὲ δύο., ἕνα μὲν τιναβραχύν, πρεσβύτην, ὑπόπαχυν, προγάστορα, ῥινόσιμον, ὦτα μεγάλα
ὄρθια ἔχοντα, ὑπότρομον, νάρθηκι ἐπερειδόμενον,
ἐπ᾽ ὄνου τὰ πολλὰ ἱππεύοντα, ἐν κροκωτῷ καὶ τοῦτον, πάνυ πιθανόν τινα συνταγματάρχην
αὐτοῦ: ἕτερον δὲ τεράστιον ἄνθρωπον, τράγῳ τὰ
νέρθεν ἐοικότα,' κομήτην τὰ σκέλη, κέρατα ἔχοντα, βαθυπώγωνα, ὀργίλον καὶ θυμικόν, θατέρᾳ μὲν
σύριγγα φέροντα, τῇ δεξιᾷ δὲ ῥάβδον καμπύλην
ἐπηρμένον καὶ περισκιρτῶντα ὅλον τὸ
στρατόπεδον, καὶ τὰ γύναια δὲ φοβεῖσθαι αὐτὸν καὶ σείειν ἠνεμωμένας τὰς κόμας, ὁπότε προσίοι, καὶ βοᾶν
εὐοῖ: τοῦτο δ᾽ εἰκάζειν καλεῖσθαι αὐτῶν τὸν δεσπότην. τὰς δ᾽ οὖν ποίμνας διηρπάσθαι ἤδη ὑπὸ τῶν γυναικῶν καὶ διεσπάσθαι ἔτι ζῶντα τὰ
θρέμματα: ὠμοφάγους γάρ τινας αὐτὰς εἶναι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.