ἡ
μέντοι πρὸς Μάριον αὐτῷ στάσις ἀνερριπίζετο
καινὴν ὑπόθεσιν λαβοῦσα τὴν Βόκχου
φιλοτιμίαν,
ὃς τόν τε δῆμον ἅμα θεραπεύων ἐν
Ῥώμῃ καὶ τῷ Σύλλᾳ χαριζόμενος ἀνέθηκε εἰκόνας1
ἐν Καπιτωλίῳ τροπαιοφόρους καὶ παρ᾽ αὐταῖς χρυσοῦν Ἰογόρθαν ὑφ᾽ ἑαυτοῦ Σύλλᾳ παραδιδόμενον.
[2]
ἐφ᾽ ᾧ
τοῦ Μαρίου βαρυθυμουμένου καὶ καθαιρεῖν ἐπιχειροῦντος,
ἑτέρων δὲ ἀμύνειν τῷ Σύλλᾳ,
καὶ τῆς πόλεως ὅσον οὔπω διακεκαυμένης ὑπ᾽ ἀμφοῖν,
ὁ συμμαχικὸς πόλεμος πάλαι
[p. 338]
τυφόμενος ἐπὶ τὴν πόλιν ἀναλάμψας τότε τὴν στάσιν ἐπέσχεν.
ἐν τούτῳ,
μεγίστῳ καὶ ποικιλωτάτῳ γενομένῳ καὶ πλεῖστα κακὰ καὶ βαρυτάτους παρασχόντι κινδύνους Ῥωμαίοις,
Μάριος μὲν οὐδὲν ἀποδεῖξαι μέγα δυνηθεὶς ἤλεγχε τὴν πολεμικὴν ἀρετὴν ἀκμῆς καὶ ῥώμης δεομένην,
Σύλλας δὲ πολλὰ δράσας ἄξια λόγου δόξαν ἔσχεν ἡγεμόνος μεγάλου μὲν παρὰ τοῖς πολίταις,
μεγίστου δὲ παρὰ τοῖς φίλοις,
εὐτυχεστάτου δὲ καὶ παρὰ τοῖς ἐχθροῖς.
[3]
ἀλλ᾽ οὐκ ἔπαθε ταὐτὸ Τιμοθέῳ τῷ τοῦ Κόνωνος,
ὅς,
εἰς τὴν τύχην αὐτοῦ τὰ κατορθώματα τῶν ἐχθρῶν τιθεμένων καὶ γραφόντων ἐν πίναξι;
κοιμώμενον ἐκεῖνον,
τὴν δὲ Τύχην δικτύῳ τὰς πόλεις περιβάλλουσαν,
ἀγροικιζόμενος καὶ χαλεπαίνων πρὸς τοὺς ταῦτα ποιοῦντας ὡς ἀποστερούμενος ὑπ᾽ αὐτῶν τῆς ἐπὶ ταῖς πράξεσι δόξης,
ἔφη ποτὲ πρὸς τόν δῆμον,
ἐπανήκων ἐκ στρατείας εὖ κεχωρηκέναι δοκούσης, ‘
ἀλλὰ ταύτης γε τῆς στρατείας οὐδέν,
ἄνδρες Ἀθηναῖοι,
τῇ τύχῃ μέτεστι.’
[4]
πρὸς Τιμόθεον μὲν οὖν φασιν οὕτω φανέντα φιλότιμον ἀντιμειρακιεύεσθαι τὸ δαιμόνιον,
ὥστε μηδὲν ἔτι πρᾶξαι λαμπρόν,
ἀλλὰ ὅλως ἀποτυγχάνοντα ταῖς πράξεσι καὶ προσκρούοντα τῷ δήμῳ τέλος ἐκπεσεῖν τῆς πόλεως:
Σύλλας δὲ οὐ μόνον ἡδέως προσιέμενος τόν τοιοῦτον εὐδαιμονισμὸν καὶ ζῆλον,
ἀλλὰ καὶ συναύξων καὶ συνεπιθειάζων τὰ πραττόμενα,
τῆς τύχης ἐξῆπτεν,
εἴτε κόμπῳ χρώμενος εἴθ᾽ οὕτως ἔχων τῇ δόξῃ πρὸς τὸ θεῖον,
[5]
καὶ γὰρ ἐν τοῖς ὑπομνήμασι
[p. 340]
γέγραφεν ὅτι τῶν καλῶς αὐτῷ βεβουλεῦσθαι δοκούντων αἱ μὴ κατὰ γνώμην,
ἀλλὰ πρὸς καιρὸν ἀποτολμώμεναι πράξεις ἔπιπτον εἰς ἄμεινον.
ἔτι δὲ καὶ δι᾽ ὧν φησι πρὸς τύχην εὖ πεφυκέναι μᾶλλον ἢ πρὸς πόλεμον,
τῇ τύχῃ τῆς ἀρετῆς πλέον ἔοικε νέμειν καὶ ὅλως ἑαυτὸν τοῦ δαίμονος ποιεῖν,
ὅς γε καὶ τῆς πρὸς Μέτελλον ὁμονοίας,
ἰσότιμον ἄνδρα καὶ κηδεστήν,
εὐτυχίαν τινὰ θείαν αἰτιᾶται:
πολλὰ γὰρ αὐτῷ πράγματα παρέξειν ἐπίδοξον ὄντα πρᾳότατον ἐν τῇ κοινωνίᾳ γενέσθαι τῆς ἀρχῆς,
[6]
ἔτι δὲ Λευκόλλῳ μὲν ἐν τοῖς ὑπομνήμασιν,
ὧν ἐκείνῳ τὴν γραφὴν ἀνατέθεικε,
παραινεῖ μηδὲν οὕτως ἡγεῖσθαι βέβαιον ὡς ὅ τι ἂν αὐτῷ προστάξῃ νύκτωρ τὸ δαιμόνιον,
ἐκπεμπομένου δὲ αὐτοῦ μετὰ δυνάμεως εἰς τὸν συμμαχικὸν πόλεμον ἱστορεῖ χάσμα τῆς γῆς μέγα γενέσθαι περὶ Λαβέρνην:
ἐκ δὲ τούτου πῦρ ἀναβλῦσαι πολὺ καὶ φλόγα λαμπρὰν στηρίσαι πρὸς τόν οὐρανόν.
[7]
εἰπεῖν δὴ καὶ τοὺς μάντεις ὡς ἀνὴρ
ἀγαθὸς ὄψει διάφορος καὶ περιττὸς ἄρξας ἀπαλλάξει
τῇ πόλει ταραχὰς τὰς παρούσας,
τοῦτον
δὲ αὑτὸν εἶναι φησιν ὁ Σύλλας:
τῆς μὲν γὰρ
ὄψεως ἴδιον εἶναι τὸ περὶ τὴν κόμην χρυσωπόν,
ἀρετὴν δὲ οὐκ αἰσχύνεσθαι μαρτυρῶν ἑαυτῷ μετὰ
πράξεις καλὰς οὕτω καὶ μεγάλας.
ταῦτα μὲν οὖν περὶ τῆς θειότητος.
τὸν δὲ ἄλλον τρόπον ἀνώμαλός τις ἔοικε γεγονέναι καὶ διάφορος πρὸς ἑαυτόν, ἀφελέσθαι πολλά, χαρίσασθαι πλείονα, τιμῆσαι παραλόγως,
παραλόγως ἐφυβρίσαι, θεραπεύειν ὧν δέοιτο,
[p. 342]
θρύπτεσθαι πρὸς τοὺς δεομένους, ὥστε ἀγνοεῖσθαι πότερον ὑπερόπτης φύσει μᾶλλον ἢ κόλαξ γέγονε.
[8]
τὴν μὲν γὰρ ἐν ταῖς τιμωρίαις ἀνωμαλίαν, ἐξ ὧν ἔτυχεν αἰτιῶν ἀποτυμπανίζοντος αὐτοῦ καὶ πάλιν τὰ μέγιστα τῶν ἀδικημάτων πρᾴως φέροντος, καὶ διαλλαττομένου μὲν ἐπὶ τοῖς ἀνηκέστοις μετὰ εὐκολίας, τὰ δὲ μικρὰ καὶ φαῦλα προσκρούσματα σφαγαῖς καὶ δημεύσεσιν οὐσιῶν μετιόντος, οὕτως ἄν τις διαιτήσειεν ὡς φύσει μὲν ὀργὴν χαλεπὸν ὄντα καὶ τιμωρητικόν, ὑφιέμενον δὲ τῆς πικρίας λογισμῷ πρὸς τὸ συμφέρον,
[9]
ἐν
αὐτῷ γε τούτῳ τῷ συμμαχικῷ πολέμῳ τῶν στρατιωτῶν αὐτοῦ στρατηγικὸν ἄνδρα πρεσβευτήν, Ἀλβῖνον ὄνομα, ξύλοις καὶ λίθοις διαχρησαμένων, παρῆλθε καὶ οὐκ ἐπεξῆλθεν ἀδίκημα τοσοῦτον, ἀλλὰ καὶ σεμνυνόμενος διεδίδου λόγον ὡς προθυμοτέροις διὰ τοῦτο χρήσοιτο πρὸς τόν πόλεμον αὐτοῖς ἰωμένοις τὸ ἁμάρτημα δι᾽ ἀνδραγαθίας. τῶν δ᾽ ἐγκαλούντων οὐδὲν ἐφρόντιζεν, ἀλλὰ ἤδη καταλῦσαι Μάριον διανοούμενος καὶ τοῦ πρὸς τοὺς συμμάχους πολέμου τέλος ἔχειν δοκοῦντος ἀποδειχθῆναι στρατηγὸς ἐπὶ Μιθριδάτην, ἐθεράπευε τὴν ὑφ᾽ ἑαυτῷ στρατιάν.
[10]
καὶ παρελθὼν εἰς τὴν πόλιν ὕπατος μὲν ἀποδείκνυται μετὰ Κοΐντου Πομπηΐου, πεντήκοντα ἔτη γεγονώς, γαμεῖ δὲ γάμον ἐνδοξότατον Καικιλίαν τὴν Μετέλλου θυγατέρα τοῦ ἀρχιερέως. ἐφ᾽ ᾧ πολλὰ μὲν εἰς αὑτὸν ᾖδον οἱ δημοτικοί, πολλοὶ δὲ τῶν πρώτων ἐν ἐνεμέσων, οὐκ ἄξιον ἡγούμενοι τῆς γυναικὸς ὃν ἄξιον ὑπατείας ἔκριναν,
[p. 344]
[11]
ὥς
φησιν ὁ Τίτος, οὐ μόνην δὲ ταύτην ἔγημεν, ἀλλὰ πρώτην μὲν ἔτι μειράκιον ὢν Ἰλίαν ἔσχε τὴν καὶ θυγάτριον αὐτῷ τεκοῦσαν, εἶτα μετ᾽ ἐκείνην Αἰλίαν τρίτην δὲ Κλοιλίαν, ἣν ἀπεπέμψατο μὲν ὡς στεῖραν ἐντίμως καὶ μετ᾽ εὐφημίας καὶ δῶρα προσθείς, ὀλίγαις δὲ ὕστερον ἡμέραις ἀγαγόμενος τὴν Μετέλλαν ἔδοξε διὰ τοῦτο τὴν Κλοιλίαν οὐ καλῶς αἰτιάσασθαι.
[12]
τὴν μέντοι Μετέλλαν ἐν πᾶσι θεραπεύων διετέλεσεν, ὥστε καὶ τόν Ῥωμαίων δῆμον, ὅτε τοὺς περὶ Μάριον φυγάδας ἐπεθύμει καταγαγεῖν, ἀρνουμένου τοῦ Σύλλᾳ, δεόμενον ἐπιβοήσασθαι τὴν Μετέλλαν. ἐδόκει δὲ καὶ τοῖς Ἀθηναίοις ἑλὼν τὸ ἄστυ προσενεχθῆναι τραχύτερον, ὅτι τὴν Μετέλλαν ἀπὸ τοῦ τείχους γεφυρίζοντες ἐλοιδόρησαν. ἀλλὰ ταῦτα μὲν ὕστερον.