This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
οὐ
μόνον δὲ τοῖς Ἴβηρσιν ἦν ποθεινός, ἀλλὰ καὶ τοῖς ἐξ Ἰταλίας στρατευομένοις. Περπέννα γοῦν Οὐέντωνος ἀπὸ τῆς αὐτῆς Σερτωρίῳ στάσεως εἰς Ἰβηρίαν παραγενομένου μετὰ χρημάτων πολλῶν καὶ μεγάλης δυνάμεως, ἰδίᾳ δὲ καθ᾽ ἑαυτὸν ἐγνωκότος πολεμεῖν πρὸς τὸν Μέτελλον, ἐδυσχέραινον οἱ στρατιῶται, καὶ πολὺς ἦν τοῦ Σερτωρίου λόγος ἐν τῷ στρατοπέδῳ, τὸν Περπένναν ἀνιῶν εὐγενείᾳ καὶ πλούτῳ τετυφωμένον.
[2]
οὐ
μὴν ἀλλ᾽ ἐπεὶ Πομπήϊος ἠγγέλλετο
[p. 40]
τὴν Πυρήνην ὑπερβάλλων, ἀναλαβόντες οἱ στρατιῶται τὰ ὅπλα καὶ τὰ σημεῖα τῶν τάξεων ἀναρπάσαντες κατεβόησαν τοῦ Περπέννα, κελεύοντες ὡς τὸν Σερτώριον ἄγειν αὐτοὺς: εἰ δὲ μή, καταλιπόντες ἐκεῖνον ἠπείλουν αὐτοὶ βαδιεῖσθαι πρὸς ἄνδρα σώζεσθαι καὶ σῴζειν δυνάμενον. συγχωρήσας δὲ ὁ Περπέννας ἤγαγεν αὐτοὺς, καὶ συνέμιξε τῷ Σερτωρίῳ πεντήκοντα καὶ τρεῖς ἔχων σπείρας.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.