previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

τότε δὲ τῆς ἀτυχίας τοῖς Ἕλλησι γεγενημένης οἱ μὲν ἀντιπολιτευόμενοι ῥήτορες [p. 50] ἐπεμβαίνοντες τῷ Δημοσθένει κατεσκεύαζον εὐθύνας καὶ γραφὰς ἐπ᾽ αὐτόν: δὲ δῆμος οὐ μόνον τούτων ἀπέλυεν, ἀλλὰ καὶ τιμῶν διετέλει καὶ προκαλούμενος αὖθις ὡς εὔνουν εἰς τὴν πολιτείαν, [2] ὥστε καὶ τῶν ὀστέων ἐκ Χαιρωνείας κομισθέντων καὶ θαπτομένων τὸν ἐπὶ τοῖς ἀνδράσιν ἔπαινον εἰπεῖν ἀπέδωκεν, οὐ ταπεινῶς οὐδ᾽ ἀγεννῶς φέρων τὸ συμβεβηκός, ὡς γράφει καὶ τραγῳδεῖ Θεόπομπος, ἀλλὰ τῷ τιμᾶν μάλιστα καὶ κοσμεῖν τὸν σύμβουλον ἀποδεικνύμενος τὸ μὴ μεταμέλεσθαι τοῖς βεβουλευμένοις. [3] τὸν μὲν οὖν λόγον εἶπεν Δημοσθένης, τοῖς δὲ ψηφίσμασιν οὐχ ἑαυτόν, ἀλλ᾽ ἐν μέρει τῶν φίλων ἕκαστον ἐπέγραφεν, ἐξοιωνιζόμενος τὸν ἴδιον δαίμονα καὶ τὴν τύχην, ἕως αὖθις ἀνεθάρρησε Φιλίππου τελευτήσαντος. ἐτελεύτησε δὲ τῇ περὶ Χαιρώνειαν εὐτυχίᾳ χρόνον οὐ πολὺν ἐπιβιώσας: καὶ τοῦτο δοκεῖ τῷ τελευταίῳ τῶν ἐπῶν χρησμὸς ἀποθεσπίσαι:
κλαίει νικηθείς, δὲ νικήσας ἀπόλωλεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Bernadotte Perrin, 1919)
hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: