[5] ἡ δὲ σύγκλητος ἕτερον δικτάτορα κατέστησε: κἀκεῖνος ἀποδείξας ἵππαρχον αὐτὸν τὸν ἡγεμόνα τῆς στάσεως Στόλωνα παρῆκεν ἐπικυρῶσαι τὸν νόμον τὸν μάλιστα λυποῦντα τοὺς πατρικίους, ἐκέλευσε δ᾽ οὗτος μηδένα πλέθρων πεντακοσίων πλείονα χώραν κεκτῆσθαι. τότε μὲν οὖν λαμπρὸς ὁ Στόλων ἐγεγόνει τῇ ψήφῳ κρατήσας: ὀλίγῳ δ᾽ ὕστερον αὐτὸς ἑάλω κεκτημένος ὅσην ἔχειν ἐκώλυεν ἑτέρους, καὶ κατὰ τὸν αὑτοῦ νόμον δίκην ἔδωκεν.