Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[2]
ἐκεῖθεν δὲ γράψαντος αὐτοῦ Καῖσαρ ἥσθη τε σωζομένῳ, καὶ κελεύσας πρὸς αὑτὸν ἐλθεῖν οὐ μόνον ἀφῆκε τῆς αἰτίας, ἀλλὰ καὶ τιμώμενον ἐν τοῖς μάλιστα περὶ αὑτὸν εἶχεν.
οὐδενὸς δ᾽ ὅπῃ φεύγοι Πομπήϊος εἰπεῖν ἔχοντος, ἀλλ᾽ ἀπορίας οὔσης, ὁδόν τινα σὺν τῷ Βρούτῳ βαδίζων μόνος ἀπεπειρᾶτο τῆς γνώμης.
καὶ δόξαντος ἔκ τινων διαλογισμῶν ἄριστα περὶ τῆς Πομπηΐου τεκμαίρεσθαι φυγῆς, ἀφεὶς τἆλλα τὴν ἐπ᾽ Αἰγύπτου συνέτεινεν.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.