Click on a word to bring up parses, dictionary entries, and frequency statistics
ὁ δὲ Ἀρτοξέρξης ἓν ἀντὶ πάντων ὧν
ἐλύπει τοὺς Ἕλληνας εὔφραινε, Τισαφέρνην τὸν ἔχθιστον αὐτοῖς καὶ
δυσμενέστατον ἀποκτείνας. ἀπέκτεινε δὲ ταῖς διαβολαῖς αὐτοῦ τῆς
Παρυσάτιδος συνεπιθεμένης. οὐ γὰρ ἐνέμεινε τῇ ὀργῇ πολὺν χρόνον ὁ
βασιλεύς, ἀλλὰ διηλλάγη τῇ μητρὶ καὶ μετεπέμψατο, νοῦν μὲν ὁρῶν
ἔχουσαν
[p. 182] καὶ φρόνημα βασιλείας ἄξιον, αἰτίας δὲ μηδεμιᾶς οὔσης
ἐμποδὼν ἔτι δι᾽ ἣν ὑπόψονται συνόντες ἀλλήλοις ἢ λυπήσουσιν.
[2]
ἐκ δὲ τούτου πάντα πρὸς χάριν ὑπουργοῦσα βασιλεῖ,
καὶ τῷ πρὸς μηδὲν ὧν ἐκεῖνος ἔπραττε δυσκολαίνειν ἔχουσα τὸ δύνασθαι
παρ᾽ αὐτῷ καὶ τυγχάνειν ἁπάντων, ᾔσθετο τῆς ἑτέρας τῶν θυγατέρων,
Ἀτόσσης, ἐρῶντος ἔρωτα δεινόν, ἐπικρυπτομένου δὲ δι᾽ ἐκείνην οὐχ
ἥκιστα καὶ κολάζοντος τὸ πάθος, ὥς φασιν ἔνιοι, καίτοι γεγενημένης ἤδη
πρὸς τὴν παρθένον ὁμιλίας αὐτῷ λαθραίας,
[3]
ὡς οὖν ὑπώπτευσεν ἡ Παρύσατις, τὴν παῖδα μᾶλλον ἢ πρότερον ἠσπάζετο,
καὶ πρὸς τὸν Ἀρτοξέρξην ἐπῄνει τό τε κάλλος αὐτῆς καὶ τὸ ἦθος, ὡς
βασιλικῆς καὶ μεγαλοπρεποῦς. τέλος οὖν γῆμαι τὴν κόρην ἔπεισε καὶ
γνησίαν ἀποδεῖξαι γυναῖκα, χαίρειν ἐάσαντα δόξας Ἑλλήνων καὶ νόμους,
Πέρσαις δὲ νόμον αὐτὸν ὑπὸ τοῦ θεοῦ καὶ δικαιωτὴν αἰσχρῶν καὶ καλῶν
ἀποδεδειγμένον.
[4]
ἔνιοι μέντοι λέγουσιν, ὧν
ἐστι καὶ Ἡρακλείδης ὁ Κυμαῖος, οὐ μίαν μόνον τῶν θυγατέρων, ἀλλὰ καὶ
δευτέραν, Ἄμηστριν, γῆμαι τὸν Ἀρτοξέρξην, περὶ ἧς ὀλίγον ὕστερον
ἀπαγγελοῦμεν. τὴν δ᾽ Ἄτοσσαν οὕτως ἠγάπησεν ὁ πατὴρ συνοικοῦσαν ὥστε
ἀλφοῦ κατανεμηθέντος αὐτῆς τὸ σῶμα δυσχερᾶναι μὲν ἐπὶ τούτῳ μηδ᾽
ὁτιοῦν,
[5]
εὐχόμενος δὲ περὶ αὐτῆς τῇ
Ἥρᾳ προσκυνῆσαι μόνην θεῶν ἐκείνην, ταῖς χερσὶ τῆς γῆς ἁψάμενος,
δῶρά τε τῇ θεῷ τοσαῦτα πέμψαι τοὺς σατράπας καὶ φίλους αὐτοῦ
κελεύσαντος ὥστε τὰ μεταξὺ τοῦ ἱεροῦ καὶ τῶν βασιλείων ἑκκαίδεκα στάδια
χρυσοῦ καὶ ἀργύρου καὶ πορφύρας καὶ ἵππων ἐμπλησθῆναι. [p. 184]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.