previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics



Κεφ. ι. περὶ Πλευρίτιδος.

ὑπὸ τῇσι πλευρῇσι καὶ τῇ Ρ῾άχει καὶ τῷ ἔνδον θώρηκι ἄχρι κλειδῶν ὑμὴν λεπτὸς κραταιὸς ὑπέστρωται, τοῖσι ὀστέοισι προσπεφυκὼς, ὑπεζωκὼς τοὔνομα. ὧδε ἐπὴν φλεγμονὴ γένηται, πῦρ ξὺν βηχὶ καὶ πτυάλοισι ποικίλοισι, πλευρῖτις τὸ πάθος καλέεται. χρὴ δὲ ταῦτα ἀλλήλοισι ξυνωδὰ καὶ ξύμπνοα ἔμμεναι, ἀπὸ μιῆς αἰτίης ξύμπαντα : ὁκόσα γὰρ τουτέων σποράδην ἄλλο ὑπ᾽ ἄλλης αἰτίης γίγνεται, κἢν τὰ πάντα ἅμα ἐπιφοιτήσῃ, οὐ καλέεται πλευρῖτις: ξύνεστι δὲ πόνος ὀξὺς κληϊδέων, πῦρ δριμὺ, κατάκλισις ἐπὶ μὲν τὴν φλεγμαίνουσαν πλευρὴν εὔφορος : ἐν ἕδρῃ γὰρ ἵζει τῇ ἑωυτέου ὑμήν: εἰς τὸ ἐπέκεινα δὲ ἐπώδυνος : ὑπὸ γὰρ τοῦ ἄχθεος καὶ τῆς φλεγμον ῆς καὶ τῆς ἐξαρτήσιος ἀποτέταται ὀδύνη ἄχρι τῆς ἁπάσης ξυναφίης τοῦ ὑμένος ἐς ὤμους καὶ κληΐδας, μετεξετέροισι δὲ καὶ ἐς νῶτα καὶ ἐς ὠμοπλάτην. νωτιαίην τὴν δὲ πλευρῖτιν ἐκάλεον οἱ πρόσθεν.1 παρέπεται δὲ δύσπνοια, ἀγρυπνίη, ἀποσιτίη, μήλων ἐρύθημα φαιδρὸν, βὴξ ξηρὴ, πτύελα μόλις ἀναγόμενα, φλέγμα χολῶδες, δίαιμον κατακορέως , ὑπόξανθον: καὶ τάδε τάξιν οὐκ ἴσχοντα, ἄλλοτε δὲ ἄλλα ἐπιφοιτέοντα καὶ ἀπογιγνόμενα: κάκιον δὲ ἁπάντων, ἢν τὸ δίαιμον ἐκλείπῃ, γίγνονται δὲ παράληροι: ἔστι δ᾽ ὅτε καὶ κωματώδεες , καὶ ἐν τῇ καταφορῇ παράφοροι.

ἢν μὲν οὖν ἐς κακὸν τρέπηται νοῦσος, πάντων ἐπὶ τὸ κάκιον ἐπιδιδόντων, ἐντὸς ἑβδόμης οἵδε θνήσκουσι ἐς συγκοπὴν [p. 17] ἐμπεσόντες. ἢν δὲ ἀπὸ τῆς δευτέρας ἑβδομάδος ἀρχὴ τῆς ἀναγωγῆς τῶν πτυέλων γίγνηται καὶ τῶν ξυντεινόντων κακῶν, ἐς τὴν τεσσαρεσκαιδεκάτην θνήσκουσι. ἔσθ᾽ ὅπη δὲ μεσηγὺ τουτέου τοῦ χρόνου ἐς πνεύμονα πάντων ξύνδοσις γίγνεται. ἕλκει γὰρ πνεύμων ἐς ἑωυτὸν, καὶ μανὸς καὶ θερμὸς ἐὼν, καὶ ἐς ὁλκὴν τῶν πέλας κινεύμενος , εὖτε ἀθρόον ἀπεπνίγη ὥνθρωπος, μεταστάσι τοῦ πάθεος. ἢν δὲ ταύτην ὑπερέλθῃ νοσέων, καὶ ἐντὸς εἰκοστῆς μὴ ἀποθνήσκῃ, ἔμπυος γίγνεται. τάδε μὲν οὖν, ἢν ἐς κακὸν ἐπιδιδῷ.

ἢν δὲ ἐπὶ τὸ ἀγαθὸν τράπηται, αἱμορραγίη διὰ Ρ῾ινῶν λάβρως, εὖτε ἀθρόον λύεται νοῦσος: ἕπεται καὶ ὕπνος καὶ ἀναγωγὴ φλεγμάτων, ἔπειτα δὲ χολωδέων λεπτῶν, ἐπὶ δὲ μᾶλλον λεπτοτέρων, αὖθις δὲ διαίμων, παχέων, σαρκοειδέων. κἢν ἐπὶ τῶν διαίμων παλινδρομέῃ μὲν χολὴ, ἐπ᾽ αὐτῇ δὲ φλέγμα, ἀσφαλὴς ἀποκατάστασις: καὶ τάδε, ἢν ἀπὸ τρίτης ἡμέρης ἄρχηται, καὶ Ρ῾ηϊδίως ἀναβήσσουσι, λεῖα, ὁμαλὰ, ὑγρὰ, ῾οὐ στρογγύλα. 2 ἐς ἑβδόμην γὰρ καθίστανται, εὖτε καὶ κοιλίης ἐκταραχθείσης χολωδέων, ἀναπνοῆς κατάστασις , γνώμη εὐσταθὴς, πυρετοὶ ἐνδιδόντες , εὔσιτοι : ἢν δὲ ἀπὸ τῆς δευτέρης ἑβδομάδος τάδε ἄρξηται, ἐς τὴν τεσσαρεσκαιδεκάτην καθίστανται.

ἢν δὲ μὴ, εἰς ἐμπύημα τρέπεται, εὖτε Ρ῾ίγεα ἐνδείκνυται, πόνοι νυγματώδεες, ἀνακαθίγνυσθαι θέλουσι, ἀναπνοὴ κακίων: δέος τότε μᾶλλον μὴ πνεύμων ἀθρόον τὸ πῦον ἑλκύσας ἀποπνίξῃ τὸν ἄνθρωπον, τὰ πρῶτα καὶ τὰ μείζω διαφυγόντα κακά. ἢν δὲ ἐς τὸ μεσηγὺ τῶν πλευρέων Ρ῾έψῃ, καὶ διαστήσῃ τάσδε, καὶ κορυφὴν ἐς τὸ ἔξω προβάληται, ἐς ἔντερον ἐνραγῇ, τὰ πολλὰ περιγίγνεται ἄνθρωπος.

φέρει δὲ τὴν νοῦσον, ὥρη μὲν, χειμὼν μάλιστα πάντων, δεύτερον φθινόπωρον, ἦρ δὲ ἧσσον, ἢν μή κοτε ψυχρὸν γίγνοιτο:

[p. 18] θέρος δὲ ἥκιστα. ἡλικίη, πρῶτον τῶν ἄλλων πάσχουσι γέροντες, οἳ καὶ μᾶλλον ἑτέρων τὸ πάθος διαδιδράσκουσι. οὔτε γὰρ μεγάλη ἂν γίγνοιτο φλεγμονὴ ἐν ξηρῷ τῷ σκήνεϊ, οὔτε ἐς πνεύμονα μετάστασις . ψυχρότερος γὰρ ἐπὶ ἄλλης ἡλικίης, καὶ ἀναπνοὴ σμικρὴ, καὶ ὁλκὴ ἁπάντων ὀλίγη. νέοι δὲ καὶ οἱ ἐπὶ ἀκμῆς, οὐ μάλα μὲν πάσχουσι, ἀτὰρ οὐδὲ μάλα περιγίγνονται: οὐ γὰρ ἂν πάθοιεν ἐπὶ σμικρῇ αἰτίῃ οὐδὲ σμικρὴν φλεγμονήν: 3 ἐπὶ δὲ τοῖσι μεγάλοισι μείζων κίνδυνος. παῖδες ἥκιστα νοσέουσι πλευρῖτιν: ἀτὰρ καὶ ἧσσον θνήσκουσι. τά τε γὰρ σώματα μανὰ, καὶ τὰ ὑγρὰ εὔροα, καὶ πολλὴ διαπνοὴ καὶ ἀποφορή. ὅθεν οὐδὲ μεγάλη ξυνίσταται φλεγμονή: ἥδε τῆς ἡλικίης εὐτυχίη ἐν τῷδε τῷ πάθεϊ.

1 Hippocrat. de Morbis, iii. 16, t. vii ... 144, ed. Littr.

2 The negative seems to be required here. See Petit and Ermerins.

3 This is the reading in the Askew ms., which is approved of by Ermerins. There are considerable variations in the other editions.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: