previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[16] δὲ Φάβιος καὶ τότε τῆς αὐτῆς γνώμης ἐχόμενος εἵπετο, καὶ τῆς Γερωνίας ἀποσχὼν δέκα σταδίους ἐστρατοπέδευε, λαβὼν ἐν μέσῳ ποταμὸν Αὔφιδον. ληγόντων δὲ αὐτῷ τῶν ἓξ μηνῶν ἐφ᾽ οὓς αἱροῦνται Ῥωμαῖοι τοῦς δικτάτορας, οἱ μὲν ὕπατοι Σερουίλιός τε καὶ Ἀτίλιος ἐπὶ τὰς ἑαυτῶν ἀρχὰς ἐπανῄεσαν, καὶ ἦλθον ἐπὶ τὸ στρατόπεδον, καὶ Φάβιος ἐς Ῥώμην ἀπῄει, γίγνονται δέ τινες ἐν τῷδε τῷ χειμῶνι Ἀννίβᾳ καὶ Ῥωμαίοις ἀκροβολισμοὶ συνεχεῖς ἐς ἀλλήλους: καὶ τὰ Ῥωμαίων ἐπικυδέστερα καὶ εὐθαρσέστερα ἦν. δ᾽ Ἀννίβας ἐπέστελλε μὲν ἀεὶ τὰ γιγνόμενα Καρχηδονίοις ὑπερεπαίρων, τότε δὲ ἀπολωλότων αὐτῷ πολλῶν ἠπόρει, καὶ στρατιὰν ᾔτει καὶ χρήματα. οἱ δὲ ἐχθροὶ πάντα ἐπισκώπτοντες τὰ Ἀννίβου, καὶ τότε ὑπεκρίνοντο ἀπορεῖν ὅτι, τῶν νικώντων οὐκ αἰτούντων χρήματα ἀλλὰ πεμπόντων ἐς τὰς πατρίδας, Ἀννίβας αἰτοίη, λέγων νικᾶν. οἷς οἱ Καρχηδόνιοι πεισθέντες οὔτε στρατιὰν ἔπεμπον οὔτε χρήματα. καὶ Ἀννίβας ταῦτ᾽ ὀδυρόμενος ἔγραφεν ἐς Ἰβηρίαν Ἀσδρούβᾳ τῷ ἀδελφῷ, παρακαλῶν αὐτὸν ἀρχομένου θέρους μεθ᾽ ὅσης δύναιτο στρατιᾶς καὶ χρημάτων ἐσβαλεῖν ἐς τὴν Ἰταλίαν, καὶ πορθεῖν αὐτῆς τὰ ἐπέκεινα, ἵνα δῃῷτο πᾶσα καὶ Ῥωμαῖοι κάμνοιεν ὑπ᾽ αὐτῶν ἑκατέρωθεν.


Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (Horace White, 1899)
hide References (1 total)
  • Cross-references to this page (1):
    • Dictionary of Greek and Roman Geography (1854), URSO
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: