Κυλλήνη
ταῦτ᾽ ἔστ᾽ ἐκείνων νῦν [ τρόπων πεπαίτερα,
καὶ τοῖσδε θηρῶν ἐκπύ[θοιο μᾶλλον ἂν
ἀλκασμάτων δ[ειλῆ]ς [τε πειρατηρίων
νύμφης: ἐμοὶ γὰ[ρ οὐ]κ [ἀρεστόν ἐστ᾽ ἔριν
255ὀρθοψάλακτον εν [λ]όγο[ισ]ιν [ἱστάναι.
ἀλλ᾽ ἥσυχος πρόφαινε καὶ μ[ή]νυ[έ μοι
ὅτου μάλιστα πράγματος χρείαν ἔχεις.
Χορός
τόπων ἄνασσα τῶν[δ]ε, Κυλλήνης σθένος,
ὅτου μὲν οὕνεκ᾽ ἦλθ[ο]ν, ὕστερον φράσω:
260τὸ φθέγμα δ᾽ ἡμῖν τοῦ[θ᾽] ὅπερ φωνεῖ φράσον
καὶ τίς ποτ᾽ αὐτῷ δι[α]χαράσσεται βροτῶν.
Κυλλήνη
ὑμᾶς μὲν αὐτοὺς χρὴ τάδ᾽ εἰδέναι σαφῶς
ὡς εἰ φανεῖτε τὸν λ[ό]γον τὸν ἐξ ἐμοῦ,
αὐτοῖσιν ὑμῖ[ν ζ]ημία πορίζεται:
265καὶ γὰρ κέκρυπτ[αι] τοὖργον ἐν [θ]ε[ῶ]ν ἕδραις,
Ἥραν ὅπως μ[ὴ πύ]στ[ι]ς ἵξετα[ι] λόγου.
Ζ[εὺ]ς γ[ὰρ] κρυφ[αίαν ἐς στέ]γην Ἀτλαντίδος
[ ... ]εύσατο:
[ ... ]υ [ ... ]φιλας
270[ ... ] λήθῃ τῆς βαθυζώνου θεᾶς
[κατὰ σπέ]ος δὲ παῖδ᾽ ἐφίτυσεν μόνον:
[τοῦτον δὲ] χερσὶ ταῖς ἐμαῖς ἐγὼ τρέφω:
[μητρὸς γ]ὰρ ἰσχὺς ἐν νόσῳ χειμάζεται:
[κἀδεστ]ὰ καὶ ποτῆτα καὶ κοιμήματα
275[πρὸς σπ]αργάνοις μένουσα λικνῖτιν τροφὴν
[ἐξευθ]ετίζω νύκτα καὶ καθ᾽ ἡμέραν.
[ὁ δ᾽ α]ὔξεται κατ᾽ ἦμαρ οὐκ ἐπεικότα
[μέγι]στος, ὥστε θαῦμα καὶ φόβος μ᾽ ἔχει.
[οὔπω γ]ὰρ ἑκτὸν ἦμαρ ἐκπεφασμέν[ο]ς
280[γυίοι]ς ἐρείδει παιδὸς εἰς ἥβης ἀκμήν,
[κἀξορ]μενίζει κοὐκέτι σχολάζεται
[βλάστη:] τοιόνδε παῖδα θησαυρὸς στέγει.
[δυσεύρε]τός [τ᾽ ἔτ᾽] ἐστι τοῦ πατρὸς θέσει.
[ἀφανεῖ δ᾽ ὃ πεύθῃ φ]θέγμα μηχανῇ βρέμ[ον
285καὶ π[όλ]λ᾽ ἐθά]μβεις αὐτὸ]ς, ἡμέρᾳ μιᾳ
ἐξ ὑπτίας κ[ίστη γ᾽ ἐμηχ]ανήσατο:
τοιόνδε θη[ρὸς ἐκ θανόντ]ος ἡδονῆς
ἔμμεστον α[γγος εὗρε κ]αὶ κάτω δ[ονεῖ.]