[13]
ἵνα δὲ καὶ σαφέστερον περὶ τῆς τροφῆς εἴπω, νῦν διηγήσομαι ὡς κατασκευασθέντα τὰ ἀργύρεια ὠφελιμώτατ᾽ ἂν εἴη τῇ πόλει. ἀπ᾽ αὐτῶν μὲν οὖν ἔγωγε ἀφ᾽ ὧν μέλλω λέγειν οὐδέν τι ἀξιῶ θαυμάζεσθαι ὡς δυσεύρετόν τι ἐξηυρηκώς: τὰ μὲν γὰρ ὧν λέξω καὶ νῦν ἔτι πάντες ὁρῶμεν, τὰ δὲ παροιχόμενα πάντες κατὰ ταὐτὰ αὖ ἀκούομεν.