Κρέων
οἶσθ᾽ ὡς πόησον; ἀντὶ τῶν εἰρημένων
ἴσ᾽ ἀντάκουσον, κᾆτα κρῖν᾽ αὐτὸς μαθών.
Οἰδίπους
545λέγειν σὺ δεινός, μανθάνειν δ᾽ ἐγὼ κακὸς
σοῦ: δυσμενῆ γὰρ καὶ βαρύν σ᾽ ηὕρηκ᾽ ἐμοί.
Κρέων
τοῦτ᾽ αὐτὸ νῦν μου πρῶτ᾽ ἄκουσον ὡς ἐρῶ.
Οἰδίπους
τοῦτ᾽ αὐτὸ μή μοι φράζ᾽, ὅπως οὐκ εἶ κακός.
Κρέων
εἴ τοι νομίζεις κτῆμα τὴν αὐθαδίαν
550εἶναί τι τοῦ νοῦ χωρίς, οὐκ ὀρθῶς φρονεῖς.
Οἰδίπους
εἴ τοι νομίζεις ἄνδρα συγγενῆ κακῶς
δρῶν οὐχ ὑφέξειν τὴν δίκην, οὐκ εὖ φρονεῖς.
Κρέων
ξύμφημί σοι ταῦτ᾽ ἔνδικ᾽ εἰρῆσθαι: τὸ δὲ
πάθημ᾽ ὁποῖον φὴς παθεῖν, δίδασκέ με.
Οἰδίπους
555ἔπειθες ἢ οὐκ ἔπειθες, ὡς χρείη μ᾽ ἐπὶ
τὸν σεμνόμαντιν ἄνδρα πέμψασθαί τινα;
Κρέων
καὶ νῦν ἔθ᾽ αὑτός εἰμι τῷ βουλεύματι.
Οἰδίπους
πόσον τιν᾽ ἤδη δῆθ᾽ ὁ Λάϊος χρόνον
Κρέων
δέδρακε ποῖον ἔργον; οὐ γὰρ ἐννοῶ.
Οἰδίπους
560ἄφαντος ἔρρει θανασίμῳ χειρώματι;
Κρέων
μακροὶ παλαιοί τ᾽ ἂν μετρηθεῖεν χρόνοι.
Οἰδίπους
τότ᾽ οὖν ὁ μάντις οὗτος ἦν ἐν τῇ τέχνῃ;
Κρέων
σοφός γ᾽ ὁμοίως κἀξ ἴσου τιμώμενος.
Οἰδίπους
ἐμνήσατ᾽ οὖν ἐμοῦ τι τῷ τότ᾽ ἐν χρόνῳ;
Κρέων
565οὔκουν ἐμοῦ γ᾽ ἑστῶτος οὐδαμοῦ πέλας.
Οἰδίπους
ἀλλ᾽ οὐκ ἔρευναν τοῦ κτανόντος ἔσχετε;
Κρέων
παρέσχομεν, πῶς δ᾽ οὐχί; κοὐκ ἠκούσαμεν.
Οἰδίπους
πῶς οὖν τόθ᾽ οὗτος ὁ σοφὸς οὐκ ηὔδα τάδε;
Κρέων
οὐκ οἶδ᾽: ἐφ᾽ οἷς γὰρ μὴ φρονῶ σιγᾶν φιλῶ.
Οἰδίπους
570τοσόνδε γ᾽ οἶσθα καὶ λέγοις ἂν εὖ φρονῶν.
Κρέων
ποῖον τόδ᾽; εἰ γὰρ οἶδά γ᾽, οὐκ ἀρνήσομαι.
Οἰδίπους
ὁθούνεκ᾽, εἰ μὴ σοὶ ξυνῆλθε, τάσδ᾽ ἐμὰς
οὐκ ἄν ποτ᾽ εἶπε Λαΐου διαφθοράς.
Κρέων
εἰ μὲν λέγει τάδ᾽, αὐτὸς οἶσθ᾽: ἐγὼ δὲ σοῦ
575μαθεῖν δικαιῶ ταὔθ᾽ ἅπερ κἀμοῦ σὺ νῦν.
Οἰδίπους
ἐκμάνθαν᾽: οὐ γὰρ δὴ φονεὺς ἁλώσομαι.
Κρέων
τί δῆτ᾽; ἀδελφὴν τὴν ἐμὴν γήμας ἔχεις;
Οἰδίπους
ἄρνησις οὐκ ἔνεστιν ὧν ἀνιστορεῖς.
Κρέων
ἄρχεις δ᾽ ἐκείνῃ ταὐτὰ γῆς ἴσον νέμων;
Οἰδίπους
580ἃν ᾖ θέλουσα πάντ᾽ ἐμοῦ κομίζεται.
Κρέων
οὔκουν ἰσοῦμαι σφῷν ἐγὼ δυοῖν τρίτος;
Οἰδίπους
ἐνταῦθα γὰρ δὴ καὶ κακὸς φαίνει φίλος.