γενομένων δὲ τῶν ὅρκων ἐπὶ Βυζαντίους ἀφεστῶτας ἦλθε καὶ περιετείχιζε τὴν πόλιν. Ἀναξιλάου δὲ καὶ Λυκούργου καί τινων ἄλλων συνθεμένων ἐπὶ σωτηρίᾳ παραδώσειν τὴν πόλιν, διαδοὺς λόγον ὡς ἀνίστησιν αὐτοὺς πράγματα νεώτερα συνιστάμενα περὶ τὴν Ἰωνίαν, ἡμέρας ἀπέπλει ταῖς ναυσὶ πάσαις, [3] νυκτὸς δ᾽ ὑποστρέψας αὐτὸς μὲν ἀπέβη μετὰ τῶν ὁπλιτῶν καὶ προσελθὼν τοῖς τείχεσιν ἡσυχίαν ἦγεν, αἱ δὲ νῆες ἐπὶ τὸν λιμένα πλεύσασαι καὶ βιαζόμεναι κραυγῇ τε πολλῇ καὶ θορύβοις καὶ ψόφοις ἅμα μὲν ἐξέπληττον τῷ ἀπροσδοκήτῳ τοὺς Βυζαντίους, ἅμα δὲ τοῖς ἀττικίζουσι παρεῖχον ἐπ᾽ ἀδείας τὸν Ἀλκιβιάδην δέχεσθαι, πάντων ἐπὶ τὸν λιμένα καὶ τὰς ναῦς βοηθούντων. [4] οὐ μὴν ἀμαχεὶ προσεχώρησαν: οἱ γὰρ παρόντες ἐν τῷ Βυζαντίῳ Πελοποννήσιοι καὶ Βοιωτοὶ καὶ Μεγαρεῖς τοὺς μὲν ἀπὸ τῶν νεῶν ἐτρέψαντο καὶ καθεῖρξαν εἰς τὰς ναῦς πάλιν, τοὺς δ᾽ Ἀθηναίους ἔνδον ὄντας αἰσθόμενοι καὶ συντάξαντες ἑαυτοὺς ἐχώρουν ὁμόσε. καρτερᾶς δὲ μάχης γενομένης ἐνίκησεν Ἀλκιβιάδης τὸ δεξιὸν κέρας ἔχων, Θηραμένης δὲ τὸ εὐώνυμον, καὶ τῶν πολεμίων τοὺς περιγενομένους ὅσον τριακοσίους ζῶντας ἔλαβε. [5]
Βυζαντίων δὲ μετὰ τὴν μάχην οὐδεὶς ἀπέθανεν οὐδ᾽ ἔφυγεν. ἐπὶ τούτοις γὰρ οἱ ἄνδρες παρέδοσαν τὴν πόλιν καὶ ταῦτα συνέθεντο, μηδὲν αὑτοῖς ἴδιον ὑπεξελόμενοι. διὸ καὶ δίκην προδοσίας ἐν Λακεδαίμονι φεύγων ὁ Ἀναξίλαος ἐφάνη τῷ λόγῳ τὸ ἔργον οὐκ αἰσχύνων. ἔφη γὰρ οὐκ ὢν Λακεδαιμόνιος, ἀλλὰ Βυζάντιος, οὐδὲ τὴν Σπάρτην κινδυνεύουσαν, ἀλλὰ τὸ Βυζάντιον ὁρῶν, τῆς μὲν πόλεως ἀποτετειχισμένης, μηδενὸς δ᾽ εἰσαγομένου, [6] τὸν δ᾽ ὄντα σῖτον ἐν τῇ πόλει Πελοποννησίων καὶ Βοιωτῶν ἐσθιόντων, Βυζαντίων δὲ πεινώντων σὺν τέκνοις καὶ γυναιξίν, οὐ προδοῦναι τοῖς πολεμίοις, ἀλλὰ πολέμων καὶ κακῶν ἀπαλλάξαι τὴν πόλιν, μιμούμενος τοὺς ἀρίστους Λακεδαιμονίων, οἷς ἓν καλὸν ἁπλῶς καὶ δίκαιόν ἐστι τὸ τῆς πατρίδος συμφέρον. οἱ μὲν οὖν Λακεδαιμόνιοι ταῦτ᾽ ἀκούσαντες ᾐδέσθησαν καὶ ἀπέλυσαν τοὺς ἄνδρας.