[111ε]
τὰ μὲν οὖν τῆς ἄλλης χώρας φύσει τε οὕτως εἶχε, καὶ διεκεκόσμητο ὡς εἰκὸς ὑπὸ γεωργῶν μὲν ἀληθινῶν καὶ πραττόντων αὐτὸ τοῦτο, φιλοκάλων δὲ καὶ εὐφυῶν, γῆν δὲ ἀρίστην καὶ ὕδωρ ἀφθονώτατον ἐχόντων καὶ ὑπὲρ τῆς γῆς ὥρας μετριώτατα κεκραμένας: τὸ δ᾽ ἄστυ κατῳκισμένον ὧδ᾽ ἦν ἐν τῷ τότε χρόνῳ. πρῶτον μὲν τὸ τῆς ἀκροπόλεως εἶχε