Nemean 3
ΑΡΙΣΤΟΚΛΕΙΔΗι ΑΙΓΙΝΗΤΗι
ΠΑΓΚΡΑΤΙΑΣΤΗι
ὦ πότνια Μοῖσα, μᾶτερ ἁμετέρα, λίσσομαι,
τὰν πολυξέναν ἐν ἱερομηνίᾳ Νεμεάδι
ἵκεο Δωρίδα νᾶσον Αἴγιναν: ὕδατι γὰρ
μένοντ᾽ ἐπ᾽ Ἀσωπίῳ μελιγαρύων τέκτονες
5κώμων νεανίαι, σέθεν ὄπα μαιόμενοι.
[10] διψῇ δὲ πρᾶγος ἄλλο μὲν ἄλλου:
ἀεθλονικία δὲ μάλιστ᾽ ἀοιδὰν φιλεῖ,
στεφάνων ἀρετᾶν τε δεξιωτάταν ὀπαδόν:
τᾶς ἀφθονίαν ὄπαζε μήτιος ἀμᾶς ἄπο:
10ἄρχε δ᾽ οὐρανοῦ πολυνεφέλα κρέοντι, θύγατερ,
δόκιμον ὕμνον: ἐγὼ δὲ κείνων τέ νιν ὀάροις
[20] λύρᾳ τε κοινάσομαι. χαρίεντα δ᾽ ἕξει πόνον
χώρας ἄγαλμα, Μυρμιδόνες ἵνα πρότεροι
ᾤκησαν, ὧν παλαίφατον ἀγορὰν
15οὐκ ἐλεγχέεσσιν Ἀριστοκλείδας τεὰν
ἐμίανε κατ᾽ αἶσαν ἐν περισθενεῖ μαλαχθεὶς
παγκρατίου στόλῳ: καματωδέων δὲ πλαγᾶν
[30] ἄκος ὑγιηρὸν ἐν βαθυπεδίῳ Νεμέᾳ τὸ καλλίνικον φέρει.
εἰ δ᾽ ἐὼν καλὸς ἔρδων τ᾽ ἐοικότα μορφᾷ
20ἀνορέαις ὑπερτάταις ἐπέβα παῖς Ἀριστοφάνεος: οὐκέτι πρόσω
ἀβάταν ἅλα κιόνων ὑπὲρ Ἡρακλέος περᾶν εὐμαρές,
ἥρως θεὸς ἃς ἔθηκε ναυτιλίας ἐσχάτας
[40] μάρτυρας κλυτάς: δάμασε δὲ θῆρας ἐν πελάγεσιν
ὑπέροχος, διά τ᾽ ἐξερεύνασε τεναγέων
25ῥοάς, ὅπα πόμπιμον κατέβαινε νόστου τέλος,
καὶ γᾶν φράδασσε. θυμέ, τίνα πρὸς ἀλλοδαπὰν
ἄκραν ἐμὸν πλόον παραμείβεαι;
Αἰακῷ σε φαμὶ γένει τε Μοῖσαν φέρειν,
[50] ἕπεται δὲ λόγῳ δίκας ἄωτος, ‘ἐσλὸς αἰνεῖν:’
30οὐδ᾽ ἀλλοτρίων ἔρωτες ἀνδρὶ φέρειν κρέσσονες:
οἴκοθεν μάτευε. ποτίφορον δὲ κόσμον ἔλαβες
γλυκύ τι γαρυέμεν. παλαιαῖσι δ᾽ ἐν ἀρεταῖς
γέγαθε Πηλεὺς ἄναξ ὑπέραλλον αἰχμὰν ταμών:
ὃς καὶ Ἰωλκὸν εἷλε μόνος ἄνευ στρατιᾶς,
35 [60] καὶ ποντίαν Θέτιν κατέμαρψεν
ἐγκονητί. Λαομέδοντα δ᾽ εὐρυσθενὴς
Τελαμὼν Ἰόλᾳ παραστάτας ἐὼν ἔπερσεν:
καί ποτε χαλκότοξον Ἀμαζόνων μετ᾽ ἀλκὰν
ἕπετό οἱ: οὐδέ νίν ποτε φόβος ἀνδροδάμας ἔπαυσεν ἀκμὰν φρενῶν.
40 [70] συγγενεῖ δέ τις εὐδοξίᾳ μέγα βρίθει:
ὃς δὲ διδάκτ᾽ ἔχει, ψεφηνὸς ἀνὴρ ἄλλοτ᾽ ἄλλα πνέων οὔ ποτ᾽ ἀτρεκεῖ
κατέβα ποδί, μυριᾶν δ᾽ ἀρετᾶν ἀτελεῖ νόῳ γεύεται.
ξανθὸς δ᾽ Ἀχιλεὺς τὰ μὲν μένων Φιλύρας ἐν δόμοις
παῖς ἐὼν ἄθυρε μεγάλα ἔργα, χερσὶ θαμινὰ
45 [80] βραχυσίδαρον ἄκοντα πάλλων, ἴσα τ᾽ ἀνέμοις
μάχᾳ λεόντεσσιν ἀγροτέροις ἔπρασσεν φόνον,
κάπρους τ᾽ ἔναιρε, σώματα δὲ παρὰ Κρονίδαν
Κένταυρον ἀσθμαίνοντα κόμιζεν,
ἑξέτης τὸ πρῶτον, ὅλον δ᾽ ἔπειτ᾽ ἂν χρόνον:
50τὸν ἐθάμβεον Ἄρτεμίς τε καὶ θρασεῖ᾽ Ἀθάνα,
κτείνοντ᾽ ἐλάφους ἄνευ κυνῶν δολίων θ᾽ ἑρκέων:
[90] ποσσὶ γὰρ κράτεσκε. λεγόμενον δὲ τοῦτο προτέρων
ἔπος ἔχω: βαθυμῆτα Χείρων τράφε λιθίνῳ
Ἰάσον᾽ ἔνδον τέγει, καὶ ἔπειτεν Ἀσκλήπιον,
55τὸν φαρμάκων δίδαξε μαλακόχειρα νόμον:
νύμφευσε δ᾽ αὖτις ἀγλαόκαρπον
Νηρέος θύγατρα, γόνον τέ οἱ φέρτατον
[100] ἀτίταλλεν, ἐν ἀρμένοισι πᾶσι θυμὸν αὔξων:
ὄφρα θαλασσίαις ἀνέμων ῥιπαῖσι πεμφθεὶς
60ὑπὸ Τρωΐαν, δορίκτυπον ἀλαλὰν Λυκίων τε προσμένοι καὶ Φρυγῶν
Δαρδάνων τε, καὶ ἐγχεσφόροις ἐπιμίξαις
Αἰθιόπεσσι χεῖρας, ἐν φρασὶ πάξαιθ᾽, ὅπως σφίσι μὴ κοίρανος ὀπίσω
[110] πάλιν οἴκαδ᾽ ἀνεψιὸς ζαμενὴς Ἑλένοιο Μέμνων μόλοι.
τηλαυγὲς ἄραρε φέγγος Αἰακιδᾶν αὐτόθεν:
65Ζεῦ, τεὸν γὰρ αἷμα, σέο δ᾽ ἀγών, τὸν ὕμνος ἔβαλεν
ὀπὶ νέων ἐπιχώριον χάρμα κελαδέων.
βοὰ δὲ νικαφόρῳ σὺν Ἀριστοκλείδᾳ πρέπει,
[120] ὃς τάνδε νᾶσον εὐκλέϊ προσέθηκε λόγῳ
καὶ σεμνὸν ἀγλααῖσι μερίμναις
70Πυθίου Θεάριον. ἐν δὲ πείρᾳ τέλος
διαφαίνεται, ὧν τις ἐξοχώτερος γένηται,
ἐν παισὶ νέοισι παῖς, ἐν ἀνδράσιν ἀνήρ, τρίτον
ἐν παλαιτέροισι, μέρος ἕκαστον οἷον ἔχομεν
[130] βρότεον ἔθνος. ἐλᾷ δὲ καὶ τέσσαρας ἀρετὰς
75ὁ θνατὸς αἰών, φρονεῖν δ᾽ ἐνέπει τὸ παρκείμενον.
τῶν οὐκ ἄπεσσι. χαῖρε, φίλος. ἐγὼ τόδε τοι
πέμπω μεμιγμένον μέλι λευκῷ
σὺν γάλακτι, κιρναμένα δ᾽ ἔερσ᾽ ἀμφέπει,
πόμ᾽ ἀοίδιμον Αἰολῇσιν ἐν πνοαῖσιν αὐλῶν,
80 [140] ὀψέ περ. ἔστι δ᾽ αἰετὸς ὠκὺς ἐν ποτανοῖς,
ὃς ἔλαβεν αἶψα, τηλόθε μεταμαιόμενος, δαφοινὸν ἄγραν ποσίν:
κραγέται δὲ κολοιοὶ ταπεινὰ νέμονται.
τίν γε μέν, εὐθρόνου Κλεοῦς ἐθελοίσας, ἀεθλοφόρου λήματος ἕνεκεν
Νεμέας Ἐπιδαυρόθεν τ᾽ ἄπο καὶ Μεγάρων δέδορκεν φάος.