previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

12.

ἰόντι δὲ ἐκ τῆς ἀγορᾶς κατὰ τὴν ὁδὸν ἣν Ἀφεταΐδα ὀνομάζουσι, τὰ καλούμενα Βοώνητά ἐστι: καί με λόγος ἀπαιτεῖ πρότερα εἰπεῖν τὰ ἐς τὴν ἐπίκλησιν τῆς ὁδοῦ. τοῖς μνηστῆρσιν Ἰκάριον τῆς Πηνελόπης φασὶν ἀγῶνα προθεῖναι δρόμου: καὶ ὅτι μὲν Ὀδυσσεὺς ἐκράτει, δῆλά ἐστιν, ἀφεθῆναι δὲ αὐτοὺς λέγουσιν ἐς τὸν δρόμον διὰ τῆς ὁδοῦ τῆς Ἀφεταΐδος. [2] δοκεῖν δ᾽ ἐμοὶ δρόμου Ἰκάριος τὸ ἀγώνισμα ἐποίησε μιμούμενος Δαναόν. Δαναῷ γὰρ τοῦτο ἐπὶ ταῖς θυγατράσιν εὑρέθη, καὶ ὡς γυναῖκα οὐδεὶς ἤθελεν ἐξ αὐτῶν διὰ τὸ μίασμα ἀγαγέσθαι, διέπεμπε δὴ Δαναὸς ἕδνων ἄνευ δώσειν ἂν ἕκαστος κατὰ κάλλος ἀρέσκηται: ἀφικομένοις δὲ ἀνδράσιν οὐ πολλοῖς ἀγῶνα δρόμου κατέστησε, καὶ πρώτῳ τε ἐλθόντι ἐγένετο ἑλέσθαι πρώτῳ τῶν ἄλλων καὶ μετ᾽ ἐκεῖνον τῷ δευτέρῳ καὶ ἤδη κατὰ τὰ αὐτὰ ἄχρι τοῦ τελευταίου: τὰς δὲ ὑπολειφθείσας μένειν ἔφοδον ἄλλην μνηστήρων ἔδει καὶ ἀγῶνα ἄλλον δρόμου. [3] Λακεδαιμονίοις δὲ κατὰ τὴν ὁδὸν ταύτην ἐστίν, ὡς ἤδη λέλεκταί μοι, τὰ ὀνομαζόμενα Βοώνητα, Πολυδώρου ποτὲ οἰκία τοῦ βασιλέως: ἀποθανόντος δὲ παρὰ τοῦ Πολυδώρου τῆς γυναικὸς ἐπρίαντο ἀντιδόντες βοῦς. ἀργύρου γὰρ οὐκ ἦν πω τότε οὐδὲ χρυσοῦ νόμισμα, κατὰ τρόπον δὲ ἔτι τὸν ἀρχαῖον ἀντεδίδοσαν βοῦς καὶ ἀνδράποδα καὶ ἀργὸν τὸν ἄργυρον καὶ χρυσόν: [4] οἱ δὲ ἐς τὴν Ἰνδικὴν ἐσπλέοντες φορτίων φασὶν Ἑλληνικῶν τοὺς Ἰνδοὺς ἀγώγιμα ἄλλα ἀνταλλάσσεσθαι, νόμισμα δὲ οὐκ ἐπίστασθαι, καὶ ταῦτα χρυσοῦ τε ἀφθόνου καὶ χαλκοῦ παρόντος σφίσι.

τοῦ δὲ τῶν Βιδιαίων ἀρχείου πέραν ἐστὶν Ἀθηνᾶς ἱερόν: Ὀδυσσεὺς δὲ ἱδρύσασθαι τὸ ἄγαλμα λέγεται καὶ ὀνομάσαι Κελεύθειαν, τοὺς Πηνελόπης μνηστῆρας τῷ δρόμῳ νικήσας. ἱδρύσατο δὲ τῆς Κελευθείας ἱερὰ ἀριθμῷ τρία διεστηκότα ἀπ᾽ ἀλλήλων. [5] προϊόντων δὲ κατὰ τὴν Ἀφεταΐδα ἡρῷά ἐστιν Ἴοπός τε κατὰ Λέλεγα Μύλητα γενέσθαι δοκοῦντος καὶ Ἀμφιαράου τοῦ Ὀικλέους: τοῦτο δὲ τοὺς Τυνδάρεω παῖδας νομίζουσιν ἅτε ἀνεψιῷ τῷ Ἀμφιαράῳ ποιῆσαι: καὶ αὐτοῦ Λέλεγός ἐστιν ἡρῷον, τούτων δὲ οὐ πόρρω τέμενος Ποσειδῶνος ΤαιναρίουΤαινάριον δὲ ἐπονομάζουσιν[6] οὐ μακρὰν δὲ Ἀθηνᾶς ἄγαλμα, τοὺς ἐς Ἰταλίαν τε καὶ Τάραντα ἀποικισθέντας ἀναθεῖναι λέγουσι. τὸ δὲ χωρίον, καλοῦσιν Ἑλλήνιον, ἐστὶν εἰρημένον ὡς οἱ τῶν Ἑλλήνων Ξέρξην διαβαίνοντα ἐς τὴν Εὐρώπην παρεσκευάζοντο ἀμυνούμενοι, κατὰ τοῦτο τὸ χωρίον βουλευσάμενοι τρόπον ὅντινα ἀνθέξουσιν. δὲ ἕτερος τῶν λόγων τοὺς Μενελάου χάριτι στρατεύσαντας ἐπὶ Ἴλιον βουλεύσασθαί φησιν ἐνταῦθα ὅπως ἀναπλεῦσαί τε ἐς Τροίαν καὶ δίκας δυνήσονται παρὰ Ἀλεξάνδρου λαβεῖν τῆς Ἑλένης ἁρπαγῆς. [7] τοῦ δὲ Ἑλληνίου πλησίον Ταλθυβίου μνῆμα ἀποφαίνουσι: δεικνύουσι δὲ καὶ Ἀχαιῶν Αἰγιεῖς ἐπὶ τῆς ἀγορᾶς, Ταλθυβίου καὶ οὗτοι φάμενοι μνῆμα εἶναι. Ταλθυβίου δὲ τούτου μήνιμα ἐπὶ τῷ φόνῳ τῶν κηρύκων, οἳ παρὰ βασιλέως Δαρείου γῆν τε καὶ ὕδωρ αἰτήσοντες ἐς τὴν Ἑλλάδα ἐπέμφθησαν, Λακεδαιμονίοις μὲν ἐπεσήμαινεν ἐς τὸ δημόσιον, ἐν Ἀθήναις δὲ ἰδίᾳ τε καὶ ἐς ἑνὸς οἶκον ἀνδρὸς κατέσκηψε Μιλτιάδου τοῦ Κίμωνος: ἐγεγόνει δὲ καὶ τῶν κηρύκων τοῖς ἐλθοῦσιν ἐς τὴν Ἀττικὴν Μιλτιάδης ἀποθανεῖν αἴτιος ὑπὸ Ἀθηναίων. [8] Λακεδαιμονίοις δὲ ἔστι μὲν Ἀπόλλωνος Ἀκρίτα βωμός, ἔστι δ᾽ ἐπονομαζόμενον Γάσηπτον ἱερὸν Γῆς: Ἀπόλλων δὲ ὑπὲρ αὐτὸ ἵδρυται Μαλεάτης. ἐπὶ δὲ τῷ πέρατι τῆς Ἀφεταΐδος, ἐγγύτατα ἤδη τοῦ τείχους, Δικτύννης ἐστὶν ἱερὸν καὶ βασίλειοι τάφοι τῶν καλουμένων Εὐρυπωντιδῶν: παρὰ δὲ τὸ Ἑλλήνιον Ἀρσινόης ἱερόν, Λευκίππου τε θυγατρὸς καὶ γυναικῶν τῶν Πολυδεύκους καὶ Κάστορος ἀδελφῆς. πρὸς δὲ τοῖς Φρουρίοις καλουμένοις ναός ἐστιν Ἀρτέμιδος, καὶ προελθοῦσιν ὀλίγον πεποίηται μνῆμα τοῖς ἐξ Ἤλιδος μάντεσι, καλουμένοις δὲ Ἰαμίδαις. [9] καὶ Μάρωνός ἐστιν ἱερὸν καὶ Ἀλφειοῦ: Λακεδαιμονίων δὲ τῶν ἐς Θερμοπύλας στρατευσαμένων λόγου μάλιστα ἀξίως μαχέσασθαι μετά γε αὐτὸν δοκοῦσι Λεωνίδαν. τοῦ δὲ Τροπαίου Διὸς τὸ ἱερὸν ἐποίησαν οἱ Δωριεῖς πολέμῳ τούς τε ἄλλους Ἀχαιούς, οἳ γῆν τὴν Λακωνικὴν τηνικαῦτα εἶχον, καὶ τοὺς Ἀμυκλαιεῖς κρατήσαντες. τὸ δὲ ἱερὸν τῆς Μεγάλης μητρὸς τιμᾶται περισσῶς δή τι. μετὰ δὲ αὐτὸ ἡρῷα Ἱππολύτου τέ ἐστι τοῦ Θησέως καὶ Αὐλῶνος Ἀρκάδος, υἱοῦ δὲ Τλησιμένους: Τλησιμένην δὲ Παρθενοπαίου τοῦ Μελανίωνος ἀδελφόν, οἱ δὲ παῖδα εἶναι λέγουσιν. [10]

ἑτέρα δὲ ἐκ τῆς ἀγορᾶς ἐστιν ἔξοδος, καθ᾽ ἣν πεποίηταί σφισιν καλουμένη Σκιάς, ἔνθα καὶ νῦν ἔτι ἐκκλησιάζουσι. ταύτην τὴν Σκιάδα Θεοδώρου τοῦ Σαμίου φασὶν εἶναι ποίημα, ὃς πρῶτος διαχέαι σίδηρον εὗρε καὶ ἀγάλματα ἀπ᾽ αὐτοῦ πλάσαι. ἐνταῦθα ἐκρέμασαν οἱ Λακεδαιμόνιοι τὴν Τιμοθέου τοῦ Μιλησίου κιθάραν, καταγνόντες ὅτι χορδαῖς ἑπτὰ ταῖς ἀρχαίαις ἐφεῦρεν ἐν τῇ κιθαρῳδίᾳ τέσσαρας χορδάς. [11] πρὸς δὲ τῇ Σκιάδι οἰκοδόμημά ἐστι περιφερές, ἐν δὲ αὐτῷ Διὸς καὶ Ἀφροδίτης ἀγάλματα ἐπίκλησιν Ὀλυμπίων: τοῦτο Ἐπιμενίδην κατασκευάσαι λέγουσιν, οὐχ ὁμολογοῦντες τὰ ἐς αὐτὸν Ἀργείοις, ὅπου μηδὲ πολεμῆσαί φασι πρὸς Κνωσσίους.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (1918)
hide References (2 total)
  • Cross-references to this page (2):
    • A Dictionary of Greek and Roman Antiquities (1890), DAE´DALA
    • A Dictionary of Greek and Roman Antiquities (1890), THEATRUM
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: