previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

[123]

Τοῦ δὲ στρατιωτικοῦ παντὸς ἔτι νύκτωρ κατὰ λόχους καὶ τάξεις ὑπὸ τοῖς ἡγεμόσι διεξωδευκότος καὶ περὶ θύρας ὄντος οὐ τῶν ἄνω βασιλείων ἀλλὰ πλησίον τοῦ τῆς Ἴσιδος ἱεροῦ, ἐκεῖ γὰρ ἀνεπαύοντο τῆς νυκτὸς ἐκείνης οἱ αὐτοκράτορες, [124] περὶ αὐτὴν ἀρχομένην ἤδη τὴν ἕω προΐασιν Οὐεσπασιανὸς καὶ Τίτος δάφνῃ μὲν ἐστεφανωμένοι, πορφυρᾶς δ᾽ ἐσθῆτας πατρίους ἀμπεχόμενοι, καὶ παρίασιν εἰς τοὺς Ὀκταουίας περιπάτους: [125] ἐνταῦθα γὰρ τε βουλὴ καὶ τὰ τέλη τῶν ἀρχόντων οἵ τε ἀπὸ τῶν τιμημάτων ἱππεῖς τὴν ἄφιξιν αὐτῶν ἀνέμενον. [126] πεποίητο δὲ βῆμα πρὸ τῶν στοῶν δίφρων αὐτοῖς ἐλεφαντίνων ἐπ᾽ αὐτοῦ κειμένων, ἐφ᾽ οὓς παρελθόντες ἐκαθέσθησαν, καὶ τὸ στρατιωτικὸν εὐθέως ἐπευφήμει πολλὰς αὐτοῖς τῆς ἀρετῆς μαρτυρίας ἀποδιδόντες ἅπαντες: κἀκεῖνοι χωρὶς ὅπλων ἦσαν ἐν ἐσθήσεσιν σηρικαῖς ἐστεφανωμένοι δάφναις. [127] δεξάμενος δ᾽ αὐτῶν τὴν εὐφημίαν Οὐεσπασιανὸς ἔτι βουλομένων λέγειν τὸ τῆς σιγῆς ἐποιήσατο σύμβολον, [128] καὶ πολλῆς ἐκ πάντων ἡσυχίας γενομένης ἀναστὰς καὶ τῷ περιβλήματι τὸ πλέον τῆς κεφαλῆς μέρος ἐπικαλυψάμενος εὐχὰς ἐποιήσατο τὰς νενομισμένας: ὁμοίως δὲ καὶ Τίτος ηὔξατο. [129] μετὰ δὲ τὰς εὐχὰς εἰς κοινὸν ἅπασιν Οὐεσπασιανὸς βραχέα διαλεχθεὶς τοὺς μὲν στρατιώτας ἀπέλυσεν ἐπὶ τὸ νενομισμένον ἄριστον αὐτοῖς ὑπὸ τῶν αὐτοκρατόρων εὐτρεπίζεσθαι, [130] πρὸς δὲ τὴν πύλην αὐτὸς ἀνεχώρει τὴν ἀπὸ τοῦ πέμπεσθαι δι᾽ αὐτῆς αἰεὶ τοὺς θριάμβους τῆς προσηγορίας ἀπ᾽ αὐτῶν τετυχυῖαν. [131] ἐνταῦθα τροφῆς τε προαπογεύονται καὶ τὰς θριαμβικὰς ἐσθῆτας ἀμφιασάμενοι τοῖς τε παριδρυμένοις τῇ πύλῃ θύσαντες θεοῖς ἔπεμπον τὸν θρίαμβον διὰ τῶν θεάτρων διεξελαύνοντες, ὅπως εἴη τοῖς πλήθεσιν θέα ῥᾴων.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

load focus English (William Whiston, A.M., 1895)
hide References (5 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: