καὶ ταῦτ᾽ ἐν ἑτέροις μὲν ἴσως ἂν ὤκνουν εἰπεῖν, οὐχ ὡς οὐ φιλοτιμούμενος ἐπὶ τοῖς πεπραγμένοις, ἀλλ᾽ ὡς οὐκ ἂν πιστευθεὶς ἐκ τῶν λεγομένων: ὑμεῖς δ᾽ αὐτοί μοι μάρτυρές ἐστε πάντων τῶν εἰρημένων: ἄξιον μὲν οὖν καὶ τοὺς φύσει κοσμίους ὄντας ἐπαινεῖν καὶ θαυμάζειν, ἔτι δὲ μᾶλλον καὶ τοὺς μετὰ λογισμοῦ τοιούτους ὄντας: