This text is part of:
Search the Perseus Catalog for:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[14]
νὴ Δία, τὰ γὰρ πεπραγμένα αὐτῷ δεινά ἐστι καὶ
ἄξια θανάτου, ὡς σὺ λέγεις ἐν τῇ κατηγορίᾳ. σκέψασθε δή, ὦ
ἄνδρες δικασταί, καθ᾽ ἓν ἕκαστον αὐτῶν ἐξετάζοντες. ὁ δῆμος
προσέταξεν Εὐξενίππῳ τρίτῳ αὐτῷ ἐγκατακλιθῆναι εἰς τὸ ἱερόν,
οὗτος δὲ κοιμηθεὶς ἐνύπνιόν φησιν ἰδεῖν, 1 ὃ τῷ δήμῳ ἀπαγγεῖλαι. τοῦτ᾽ εἰ
μὲν ὑπελάμβανες ἀληθὲς εἶναι, καὶ ὃ εἶδεν ἐν τῷ ὕπνῳ τοῦτ᾽
αὐτὸν ἀπαγγεῖλαι πρὸς τὸν δῆμον, τί καὶ ἀδικεῖ, ἃ ὁ θεὸς αὐτῷ
προσέταττε ταῦτ᾽ ἐξαγγείλας πρὸς Ἀθηναίους;
1 Column 11
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.