τέκνον Δημοφόων, ξείνη σε πυρὶ ἔνι πολλῷ
κρύπτει, ἐμοὶ δὲ γόον καὶ κήδεα λυγρὰ τίθησιν.
250ὣς φάτ᾽ ὀδυρομένη: τῆς δ᾽ ἄιε δῖα θεάων.
τῇ δὲ χολωσαμένη καλλιστέφανος Δημήτηρ
παῖδα φίλον, τὸν ἄελπτον ἐνὶ μεγάροισιν ἔτικτε,
χείρεσσ᾽ ἀθανάτῃσιν ἀπὸ ἕθεν ἧκε πέδονδε,
ἐξανελοῦσα πυρός, θυμῷ κοτέσασα μάλ᾽ αἰνῶς,
255καί ῥ᾽ ἄμυδις προσέειπεν ἐύζωνον Μετάνειραν:
νήιδες ἄνθρωποι καὶ ἀφράδμονες οὔτ᾽ ἀγαθοῖο
αἶσαν ἐπερχομένου προγνώμεναι οὔτε κακοῖο:
καὶ σὺ γὰρ ἀφραδίῃσι τεῇς νήκεστον ἀάσθης.
ἴστω γὰρ θεῶν ὅρκος, ἀμείλικτον Στυγὸς ὕδωρ,
260ἀθάνατόν κέν τοι καὶ ἀγήραον ἤματα πάντα
παῖδα φίλον ποίησα καὶ ἄφθιτον ὤπασα τιμήν:
νῦν δ᾽ οὐκ ἔσθ᾽ ὥς κεν θάνατον καὶ κῆρας ἀλύξαι:
τιμὴ δ᾽ ἄφθιτος αἰὲν ἐπέσσεται, οὕνεκα γούνων
ἡμετέρων ἐπέβη καὶ ἐν ἀγκοίνῃσιν ἴαυσεν.
265ὥρῃσιν δ᾽ ἄρα τῷ γε περιπλομένων ἐνιαυτῶν
παῖδες Ἐλευσινίων πόλεμον καὶ φύλοπιν αἰνὴν
αἰὲν ἐν ἀλλήλοισιν συνάξουσ᾽ ἤματα πάντα.
εἰμὶ δὲ Δημήτηρ τιμάοχος, ἥτε μέγιστον
ἀθανάτοις θνητοῖς τ᾽ ὄνεαρ καὶ χάρμα τέτυκται.
270ἀλλ᾽ ἄγε μοι νηόν τε μέγαν καὶ βωμὸν ὑπ᾽ αὐτῷ
τευχόντων πᾶς δῆμος ὑπαὶ πόλιν αἰπύ τε τεῖχος
Καλλιχόρου καθύπερθεν ἐπὶ προὔχοντι κολωνῷ.
ὄργια δ᾽ αὐτὴ ἐγὼν ὑποθήσομαι, ὡς ἂν ἔπειτα
εὐαγέως ἔρδοντες ἐμὸν νόον ἱλάσκοισθε.
275 ὣς εἰποῦσα θεὰ μέγεθος καὶ εἶδος ἄμειψε
γῆρας ἀπωσαμένη: περί τ᾽ ἀμφί τε κάλλος ἄητο:
ὀδμὴ δ᾽ ἱμερόεσσα θυηέντων ἀπὸ πέπλων
σκίδνατο, τῆλε δὲ φέγγος ἀπὸ χροὸς ἀθανάτοιο
λάμπε θεᾶς, ξανθαὶ δὲ κόμαι κατενήνοθεν ὤμους,
280αὐγῆς δ᾽ ἐπλήσθη πυκινὸς δόμος ἀστεροπῆς ὥς:
βῆ δὲ διὲκ μεγάρων: τῆς δ᾽ αὐτίκα γούνατ᾽ ἔλυντο,
δηρὸν δ᾽ ἄφθογγος γένετο χρόνον, οὐδέ τι παιδὸς
μνήσατο τηλυγέτοιο ἀπὸ δαπέδου ἀνελέσθαι.
τοῦ δὲ κασίγνηται φωνὴν ἐσάκουσαν ἐλεινήν,
285κὰδ δ᾽ ἄρ᾽ ἀπ᾽ εὐστρώτων λεχέων θόρον: ἣ μὲν ἔπειτα
παῖδ᾽ ἀνὰ χερσὶν ἑλοῦσα ἑῷ ἐγκάτθετο κόλπῳ:
ἣ δ᾽ ἄρα πῦρ ἀνέκαι᾽: ἣ δ᾽ ἔσσυτο πόσσ᾽ ἁπαλοῖσι
μητέρ᾽ ἀναστήσουσα θυώδεος ἐκ θαλάμοιο.
ἀγρόμεναι δέ μιν ἀμφὶς ἐλούεον ἀσπαίροντα
290ἀμφαγαπαζόμεναι: τοῦ δ᾽ οὐ μειλίσσετο θυμός:
χειρότεραι γὰρ δή μιν ἔχον τροφοὶ ἠδὲ τιθῆναι.