Click on a word to bring up parses, dictionary entries, and frequency statistics
[8]
ὥσπερ οὖν διὰ τούτων ἤρθη μέγας, ἡνίχ᾽ ἕκαστοι συμφέρον αὐτὸν ἑαυτοῖς ᾤοντό τι πράξειν, οὕτως ὀφείλει διὰ τῶν αὐτῶν τούτων καὶ καθαιρεθῆναι πάλιν, ἐπειδὴ πάνθ᾽ εἵνεχ᾽ ἑαυτοῦ ποιῶν ἐξελήλεγκται. καιροῦ μὲν δή, ὦ ἄνδρες Ἀθηναῖοι, πρὸς τοῦτο πάρεστι Φιλίππῳ τὰ πράγματα: ἢ παρελθών τις ἐμοί, μᾶλλον δ᾽ ὑμῖν δειξάτω, ἢ ὡς οὐκ ἀληθῆ ταῦτ᾽ ἐγὼ λέγω, ἢ ὡς οἱ τὰ πρῶτ᾽ ἐξηπατημένοι τὰ λοιπὰ πιστεύσουσιν, ἢ ὡς οἱ παρὰ τὴν αὑτῶν ἀξίαν δεδουλωμένοι Θετταλοὶ νῦν οὐκ ἂν ἐλεύθεροι γένοιντ᾽ ἄσμενοι.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.