Μυρρίνη
870φιλῶ φιλῶ 'γὼ τοῦτον: ἀλλ᾽ οὐ βούλεται
ὑπ᾽ ἐμοῦ φιλεῖσθαι. σὺ δ᾽ ἐμὲ τούτῳ μὴ κάλει.
Κινησίας
ὦ γλυκύτατον Μυρρινίδιον τί ταῦτα δρᾷς;
κατάβηθι δεῦρο.
Μυρρίνη
μὰ Δί᾽ ἐγὼ μὲν αὐτόσ᾽ οὔ.
Κινησίας
ἐμοῦ καλοῦντος οὐ καταβήσει Μυρρίνη;
Μυρρίνη
875οὐ γὰρ δεόμενος οὐδὲν ἐκκαλεῖς ἐμέ.
Κινησίας
ἐγὼ οὐ δεόμενος; ἐπιτετριμμένος μὲν οὖν.
Κινησίας
μὴ δῆτ᾽, ἀλλὰ τῷ γοῦν παιδίῳ
ὑπάκουσον: οὗτος οὐ καλεῖς τὴν μαμμίαν;
Παῖς Κινησίου
μαμμία, μαμμία, μαμμία.
Κινησίας
880αὕτη τί πάσχεις; οὐδ᾽ ἐλεεῖς τὸ παιδίον
ἄλουτον ὂν κἄθηλον ἕκτην ἡμέραν;
Μυρρίνη
ἔγωγ᾽ ἐλεῶ δῆτ᾽: ἀλλ᾽ ἀμελὴς αὐτῷ πατὴρ
ἔστιν.
Κινησίας
κατάβηθ᾽ ὦ δαιμονία τῷ παιδίῳ.
Μυρρίνη
οἷον τὸ τεκεῖν: καταβατέον. τί γὰρ πάθω;
Κινησίας
885ἐμοὶ γὰρ αὕτη καὶ νεωτέρα δοκεῖ
πολλῷ γεγενῆσθαι κἀγανώτερον βλέπειν:
χἂ δυσκολαίνει πρὸς ἐμὲ καὶ βρενθύεται,
ταῦτ᾽ αὐτὰ δή 'σθ᾽ ἃ κἄμ᾽ ἐπιτρίβει τῷ πόθῳ.
Μυρρίνη
ὦ γλυκύτατον σὺ τεκνίδιον κακοῦ πατρός,
890φέρε σε φιλήσω γλυκύτατον τῇ μαμμίᾳ.
Κινησίας
τί ὦ πονήρα ταῦτα ποιεῖς χἀτέραις
πείθει γυναιξί, κἀμέ τ᾽ ἄχθεσθαι ποιεῖς
αὐτή τε λυπεῖ;
Μυρρίνη
μὴ πρόσαγε τὴν χεῖρά μοι.
Κινησίας
τὰ δ᾽ ἔνδον ὄντα τἀμὰ καὶ σὰ χρήματα
895χεῖρον διατίθης.
Μυρρίνη
ὀλίγον αὐτῶν μοι μέλει.
Κινησίας
ὀλίγον μέλει σοι τῆς κρόκης φορουμένης
ὑπὸ τῶν ἀλεκτρυόνων;
Κινησίας
τὰ δὲ τῆς Ἀφροδίτης ἱέρ᾽ ἀνοργίαστά σοι
χρόνον τοσοῦτόν ἐστιν. οὐ βαδιεῖ πάλιν;
Μυρρίνη
900μὰ Δί᾽ οὐκ ἔγωγ᾽, ἢν μὴ διαλλαχθῆτέ γε
καὶ τοῦ πολέμου παύσησθε.
Κινησίας
τοιγάρ, ἢν δοκῇ,
ποιήσομεν καὶ ταῦτα.
Μυρρίνη
τοιγάρ, ἢν δοκῇ,
κἄγωγ᾽ ἄπειμ᾽ ἐκεῖσε: νῦν δ᾽ ἀπομώμοκα.
Κινησίας
σὺ δ᾽ ἀλλὰ κατακλίνηθι μετ᾽ ἐμοῦ διὰ χρόνου.
Μυρρίνη
905οὐ δῆτα: καίτοι σ᾽ οὐκ ἐρῶ γ᾽ ὡς οὐ φιλῶ.
Κινησίας
φιλεῖς; τί οὖν οὐ κατεκλίνης ὦ Μύρριον;
Μυρρίνη
ὦ καταγέλαστ᾽ ἐναντίον τοῦ παιδίου;
Κινησίας
μὰ Δί᾽ ἀλλὰ τοῦτό γ᾽ οἴκαδ᾽ ὦ Μανῆ φέρε.
ἰδοὺ τὸ μέν σοι παιδίον καὶ δὴ 'κποδών,
910σὺ δ᾽ οὐ κατακλίνει.
Μυρρίνη
ποῦ γὰρ ἄν τις καὶ τάλαν
δράσειε τοῦθ᾽;
Κινησίας
ὅπου; τὸ τοῦ Πανὸς καλόν.
Μυρρίνη
καὶ πῶς ἔθ᾽ ἁγνὴ δῆτ᾽ ἂν ἔλθοιμ᾽ ἐς πόλιν;
Κινησίας
κάλλιστα δήπου λουσαμένη τῇ Κλεψύδρᾳ.
Μυρρίνη
ἔπειτ᾽ ὀμόσασα δῆτ᾽ ἐπιορκήσω τάλαν;