Διόνυσος
1460εὕρισκε νὴ Δί᾽, εἴπερ ἀναδύσει πάλιν.
Αἰσχύλος
ἐκεῖ φράσαιμ᾽ ἄν: ἐνθαδὶ δ᾽ οὐ βούλομαι.
Διόνυσος
μὴ δῆτα σύ γ᾽, ἀλλ᾽ ἐνθένδ᾽ ἀνίει τἀγαθά.
Αἰσχύλος
τὴν γῆν ὅταν νομίσωσι τὴν τῶν πολεμίων
εἶναι σφετέραν, τὴν δὲ σφετέραν τῶν πολεμίων,
1465πόρον δὲ τὰς ναῦς ἀπορίαν δὲ τὸν πόρον.
Διόνυσος
εὖ, πλήν γ᾽ ὁ δικαστὴς αὐτὰ καταπίνει μόνος.
Διόνυσος
αὕτη σφῷν κρίσις γενήσεται:
αἱρήσομαι γὰρ ὅνπερ ἡ ψυχὴ θέλει.
Εὐριπίδης
μεμνημένος νυν τῶν θεῶν οὓς ὤμοσας
1470ἦ μὴν ἀπάξειν μ᾽ οἴκαδ᾽, αἱροῦ τοὺς φίλους.
Διόνυσος
‘ἡ γλῶττ᾽ ὀμώμοκ᾽,’ Αἰσχύλον δ᾽ αἱρήσομαι.
Εὐριπίδης
τί δέδρακας ὦ μιαρώτατ᾽ ἀνθρώπων;
Διόνυσος
ἐγώ;
ἔκρινα νικᾶν Αἰσχύλον. τιὴ γὰρ οὔ;
Εὐριπίδης
αἴσχιστον ἔργον προσβλέπεις μ᾽ εἰργασμένος;
Διόνυσος
1475τί δ᾽ αἰσχρόν, ἢν μὴ τοῖς θεωμένοις δοκῇ;
Εὐριπίδης
ὦ σχέτλιε περιόψει με δὴ τεθνηκότα;
Διόνυσος
τίς οἶδεν εἰ τὸ ζῆν μέν ἐστι κατθανεῖν,
τὸ πνεῖν δὲ δειπνεῖν, τὸ δὲ καθεύδειν κῴδιον;
Πλούτων
χωρεῖτε τοίνυν ὦ Διόνυσ᾽ εἴσω.
Πλούτων
1480ἵνα ξενίσω 'γὼ σφὼ πρὶν ἀποπλεῖν.
Διόνυσος
εὖ λέγεις
νὴ τὸν Δί᾽: οὐ γὰρ ἄχθομαι τῷ πράγματι.