Ἄτοσσα
290σιγῶ πάλαι δύστηνος ἐκπεπληγμένη
κακοῖς: ὑπερβάλλει γὰρ ἥδε συμφορὰ
τὸ μήτε λέξαι μήτ᾽ ἐρωτῆσαι πάθη.
ὅμως δ᾽ ἀνάγκη πημονὰς βροτοῖς φέρειν
θεῶν διδόντων: πᾶν δ᾽ ἀναπτύξας πάθος
295λέξον καταστάς, κεἰ στένεις κακοῖς ὅμως.
τίς οὐ τέθνηκε, τίνα δὲ καὶ πενθήσομεν
τῶν ἀρχελείων, ὅστ᾽ ἐπὶ σκηπτουχίᾳ
ταχθεὶς ἄνανδρον τάξιν ἠρήμου θανών;
Ἄγγελος
Ξέρξης μὲν αὐτὸς ζῇ τε καὶ βλέπει φάος.
Ἄτοσσα
300ἐμοῖς μὲν εἶπας δώμασιν φάος μέγα
καὶ λευκὸν ἦμαρ νυκτὸς ἐκ μελαγχίμου.
Ἄγγελος
Ἀρτεμβάρης δὲ μυρίας ἵππου βραβεὺς
στύφλους παρ᾽ ἀκτὰς θείνεται Σιληνιῶν.
χὠ χιλίαρχος Δαδάκης πληγῇ δορὸς
305πήδημα κοῦφον ἐκ νεὼς ἀφήλατο:
Τενάγων τ᾽ ἀριστεὺς Βακτρίων ἰθαιγενὴς
θαλασσόπληκτον νῆσον Αἴαντος πολεῖ.
Λίλαιος, Ἀρσάμης τε κἈργήστης τρίτος,
οἵδ᾽ ἀμφὶ νῆσον τὴν πελειοθρέμμονα
310δινούμενοι 'κύρισσον ἰσχυρὰν χθόνα:
πηγαῖς τε Νείλου γειτονῶν Αἰγυπτίου
Ἀρκτεύς, Ἀδεύης, καὶ φερεσσάκης τρίτος
Φαρνοῦχος, οἵδε ναὸς ἐκ μιᾶς πέσον.
Χρυσεὺς Μάταλλος μυριόνταρχος θανών,
315ἵππου μελαίνης ἡγεμὼν τρισμυρίας,
πυρρὰν ζαπληθῆ δάσκιον γενειάδα
ἔτεγγ᾽, ἀμείβων χρῶτα πορφυρέᾳ βαφῇ.
καὶ Μᾶγος Ἄραβος, Ἀρτάβης τε Βάκτριος,
σκληρᾶς μέτοικος γῆς, ἐκεῖ κατέφθιτο.
320Ἄμιστρις Ἀμφιστρεύς τε πολύπονον δόρυ
νωμῶν, ὅ τ᾽ ἐσθλὸς Ἀριόμαρδος Σάρδεσι
πένθος παρασχών, Σεισάμης θ᾽ ὁ Μύσιος,
Θάρυβίς τε πεντήκοντα πεντάκις νεῶν
ταγός, γένος Λυρναῖος, εὐειδὴς ἀνήρ,
325κεῖται θανὼν δείλαιος οὐ μάλ᾽ εὐτυχῶς:
Συέννεσίς τε πρῶτος εἰς εὐψυχίαν,
Κιλίκων ἄπαρχος, εἷς ἀνὴρ πλεῖστον πόνον
ἐχθροῖς παρασχών εὐκλεῶς ἀπώλετο.
τοσόνδε ταγῶν νῦν ὑπεμνήσθην πέρι.
330πολλῶν παρόντων δ᾽ ὀλίγ᾽ ἀπαγγέλλω κακά.