μηδὲ κηρυκευσάτω, μηδὲ πρεσβευσάτω, μηδὲ τοὺς πρεσβεύσαντας κρινέτω, μηδὲ συκοφαντείτω μισθωθείς, μηδὲ γνώμην εἰπάτω μηδέποτε μήτε ἐν τῇ βουλῇ μήτε ἐν τῷ δήμῳ, μηδ᾽ ἂν δεινότατος ᾖ λέγειν Ἀθηναίων. ἐὰν δέ τις παρὰ ταῦτα πράττῃ, γραφὰς ἑταιρήσεως πεποίηκε καὶ τὰ μέγιστα ἐπιτίμια ἐπέθηκεν. λέγε αὐτοῖς καὶ τοῦτον τὸν νόμον, ἵν᾽ εἰδῆτε οἵων νόμων ὑμῖν κειμένων, ὡς καλῶν καὶ σωφρόνων, τετόλμηκε Τίμαρχος δημηγορεῖν, ὁ τοιοῦτος τὸν τρόπον οἷον ὑμεῖς ἐπίστασθε.