ΕΙΣ ΤΟ ΤΟΥ ΜΕΜΝΟΝΟΣ ΑΓΑΛΜΑ.
θ. ἐθέλω σοι καὶ τὸ Μέμνονος ἀφηγήσασθαι θαῦμα, καὶ γὰρ ὄντως παράδοξος ἡ τέχνη καὶ κρείττων ἀνθρωπίνης χειρός. τοῦ Τιθωνοῦ Μέμνονος εἰκὼν ἦν ἐν Αἰθιοπίᾳ ἐκ λίθου πεποιημένη, οὐ μὴν ἐν τοῖς οἰκείοις ὅροις ἔμενε λίθος ὤν, οὐδὲ τὸ τῆς φύσεως σιγηλὸν ἠνείχετο, ἀλλὰ καὶ λίθος ὢν εἶχεν ἐξουσίαν φωνῆς: νῦν μὲν γὰρ ἀνίσχουσαν τὴν Ἡμέραν προσεφθέγγετο ἐπισημαίνων τῇ φωνῇ τὴν χαρὰν καὶ ἐπὶ ταῖς τῆς μητρὸς παρουσίαις φαιδρυνόμενος, νῦν δὲ ἀποκλινομένης εἰς νύκτα ἐλεεινόν τι καὶ ἀλγεινὸν ἔστενε πρὸς τὴν ἀπουσίαν ἀνιώμενος. ἠπόρει δὲ οὐδὲ δακρύων ὁ λίθος, ἀλλ᾽ εἶχεν ὑπηρετούμενα τῇ βουλήσει καὶ ταῦτα καὶ ἦν Μεμνόνειος ἡ εἰκὼν μόνῳ μὲν τοῦ ἀνθρωπίνου διαλλάττειν μοι ἐδόκει σώματι, ὑπὸ δὲ ψυχῆς τινὸς καὶ ὁμοίας προαιρέσεως ἀγομένη κατηυθύνετο. εἶχε γοῦν καὶ τὰ λυποῦντα ἐγκεκραμένα καὶ πάλιν ἡδονῆς αἴσθησις αὐτὸν κατελάμβανεν ὑπ᾽ ἀμφοτέρων τῶν παθῶν πληττόμενον, καὶ ἡ μὲν φύσις τὴν λίθων γένεσιν ἄφθογγον προήγαγε καὶ κωφὴν καὶ μήτε ὑπὸ λύπης ἐθέλουσαν διοικεῖσθαι μήτε εἰδυῖαν ἡσθῆναι, ἀλλὰ καὶ πάσαις τύχαις ἄτρωτον, ἐκείνῳ δὲ τῷ Μέμνονος λίθῳ καὶ ἡδονὴν παρέδωκεν ἡ τέχνη καὶ πέτραν ἀνέμιξεν ἄλγει καὶ μόνην ταύτην ἐπιστάμεθα τὴν τέχνην νοήματα τῷ λίθῳ καὶ φωνὴν ἐνθεῖσαν. ὁ μὲν γὰρ Δαίδαλος μέχρι μὲν κινήσεως ἐνεανιεύετο καὶ δύναμιν εἶχεν ἡ ἐκείνου τέχνη ἐξιστάναι [p. 433] τὰς ὕλας καὶ εἰς χορείαν κινεῖν, ἀμήχανον δὲ ἦν καὶ παντελῶς ἄπορον καὶ φωνῆς μέτοχα πραγματεύεσθαι τὰ ποιήματα, αἱ δὲ Αἰθιόπων χεῖρες πόρους τῶν ἀμηχάνων ἐξευροῦσαι καὶ τὴν ἀφθογγίαν ἐξενίκησαν τοῦ λίθου. ἐκείνῳ τῷ Μέμνονι καὶ τὴν Ἠχὼ λόγος ἀντηχεῖν, ὁπότε φθέγγοιτο, καὶ γοερὸν μὲν στενάζοντι γοερὸν ἀντιπέμπειν μέλος, εὐπαθοῦντι δὲ ἀνταποδιδόναι τὴν ἠχὴν ἀντίμιμον. ἐκεῖνο τὸ δημιούργημα καὶ τῇ Ἡμέρᾳ τὰς ἀνίας ἐκοίμιζε καὶ οὐκ εἴα μαστεύειν τὸν παῖδα, ὡς ἂν ἀντιτιθείσης αὐτῇ τῆς Αἰθιόπων τέχνης τὸν ἐκ τῆς εἱμαρμένης ἀφανισθέντα Μέμνονα.