previous next

Click on a word to bring up parses, dictionary entries, and frequency statistics

ΕΙΣ ΤΟ ΤΟΥ ΝΑΡΚΙΣΣΟΥ ΑΓΑΛΜΑ.

ε. ἄλσος ἦν καὶ ἐν αὐτῷ κρήνη πάγκαλος ἐκ μάλα καθαροῦ τε καὶ διαυγοῦς ὕδατος, εἱστήκει δὲ ἐπ᾽ αὐτῇ Νάρκισσος ἐκ λίθου πεποιημένος. παῖς ἦν, μᾶλλον δὲ ἠίθεος, ἡλικιώτης Ἐρώτων, ἀστραπῆς οἷον ἀπ᾽ αὐτοῦ τοῦ σώματος ἀπολάμπων κάλλος. ἦν δὲ τοιόνδε τὸ σχῆμα: κόμαις ἐπιχρύσοις ἤστραπτε κατὰ μὲν τὸ μέτωπον τῆς τριχὸς ἑλισσομένης εἰς κύκλον, κατὰ δὲ τὸν αὐχένα κεχυμένης εἰς νῶτα, ἔβλεπε δὲ οὐκ ἀκράτως γαῦρον, οὐδὲ ἱλαρὸν καθαρῶς, ἐπεφύκει γὰρ ἐν τοῖς ὄμμασιν ἐκ τῆς τέχνης καὶ λύπη, ἵνα μετὰ τοῦ Ναρκίσσου καὶ τὴν τύχην εἰκὼν μιμῆται. ἔσταλτο δὲ ὥσπερ οἱ Ἔρωτες, οἷς καὶ τῆς ὥρας τὴν ἀκμὴν προσείκαστο. σχῆμα δὲ ἦν τὸ κοσμοῦν τοιόνδε: πέπλος λευκανθὴς ὁμόχρους τῷ σώματι τοῦ λίθου περιθέων εἰς κύκλον, κατὰ δὲ τὸν δεξιὸν ὦμον περονηθεὶς ὑπὲρ γόνυ καταβαίνων ἐπαύετο, μόνην ἀπὸ τοῦ πορπήματος ἐλευθερῶν τὴν χεῖρα. οὕτω δὲ ἦν ἁπαλὸς καὶ πρὸς [p. 427] πέπλου γεγονὼς μίμησιν, ὡς καὶ τὴν τοῦ σώματος διαλάμπειν χρόαν τῆς ἐν τῇ περιβολῇ λευκότητος τὴν ἐν τοῖς μέλεσιν αὐγὴν ἐξιέναι συγχωρούσης. ἔστη δὲ καθάπερ κατόπτρῳ τῇ πηγῇ χρώμενος καὶ εἰς αὐτὴν περιχέων τοῦ προσώπου τὸ εἶδος, δὲ τοὺς ἀπ᾽ αὐτοῦ δεχομένη χαρακτῆρας τὴν αὐτὴν εἰδωλοποιίαν ἤνυεν, ὡς δοκεῖν ἀλλήλαις ἀντιφιλοτιμεῖσθαι τὰς φύσεις. μὲν γὰρ λίθος ὅλη πρὸς ἐκεῖνον μετηλλάττετο τὸν ὄντως παῖδα, δὲ πηγὴ πρὸς τὰ ἐν τῇ λίθῳ μηχανήματα τῆς τέχνης ἀντηγωνίζετο ἐν ἀσωμάτῳ σχήματι τὴν ἐκ σώματος ἀπεργαζομένη τοῦ παραδείγματος ὁμοιότητα καὶ τῷ ἐκ τῆς εἰκόνος κατερχομένῳ σκιάσματι οἷον τινὰ σάρκα τὴν τοῦ ὕδατος φύσιν περιθεῖσα. οὕτω δὲ ἦν ζωτικὸν καὶ ἔμπνουν τὸ καθ᾽ ὑδάτων σχῆμα, ὡς αὐτὸν εἶναι δοξάσαι τὸν Νάρκισσον, ὃν ἐπὶ πηγὴν ἐλθόντα τῆς μορφῆς αὐτῷ καθ᾽ ὑδάτων ὀφθείσης παρὰ Νύμφαις τελευτῆσαι λέγουσιν ἐρασθέντα τῷ εἰδώλῳ συμμῖξαι, καὶ νῦν ἐν λειμῶσι φαντάζεσθαι ἐν ἠριναῖς ὥραις ἀνθοῦντα. εἶδες δ᾽ ἄν, ὡς εἷς ὢν λίθος τὴν χρόαν καὶ ὀμμάτων κατασκευὴν ἥρμοζε καὶ ἠθῶν ἱστορίαν ἔσωζε καὶ αἰσθήσεις ἐνεδείκνυτο καὶ πάθη ἐμήνυε καὶ πρὸς τριχώματος ἐξουσίαν ἠκολούθει εἰς τὴν τριχὸς καμπὴν λυόμενος. τὸ δὲ οὐ λόγῳ ῥητὸν λίθος εἰς ὑγρότητα κεχαλασμένος καὶ ἐναντίον σῶμα τῇ οὐσίᾳ παρεχόμενος: στερεωτέρας γὰρ τετυχηκὼς φύσεως τρυφερότητος ἀπέστελλεν αἴσθησιν εἰς ἀραιόν τινα σώματος ὄγκον διαχεόμενος. μετεχειρίζετο δὲ καὶ σύριγγα, ἧς νομίοις θεοῖς ἐκεῖνος ἀπήρχετο καὶ τὴν ἐρημίαν κατήχει τοῖς μέλεσιν, εἴποτε μουσικοῖς ψαλτηρίοις προς2ομιλῆσαι ποθήσειε. τοῦτον θαυμάσας, νέοι, τὸν [p. 428] Νάρκισσον καὶ εἰς ὑμᾶς παρήγαγον εἰς Μουσῶν αὐλὴν ἀποτυπωσάμενος. ἔχει δὲ λόγος, ὡς καὶ εἰκὼν εἶχεν.

Creative Commons License
This work is licensed under a Creative Commons Attribution-ShareAlike 3.0 United States License.

An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.

hide References (2 total)
load Vocabulary Tool
hide Display Preferences
Greek Display:
Arabic Display:
View by Default:
Browse Bar: