Click on a word to bring up parses, dictionary entries, and frequency statistics
Ἁλτὴρ δὲ πεντάθλων μὲν εὕρημα, εὕρηται δὲ
ἐς τὸ ἅλμα, ἀφ᾽ οὗ δὴ καὶ ὠνόμασται, οἱ γὰρ νόμοι
τὸ πήδημα χαλεπώτερον ἡγούμενοι τῶν ἐν ἀγῶνι
τῷ τε αὐλῷ προσεγείρουσι τὸν πηδῶντα καὶ τῷ
ἁλτῆρι προσελαφρύνουσι, πομπός τε γὰρ τῶν χειρῶν
ἀσφαλὴς καὶ τὸ βῆμα ἑδραῖόν τε καὶ εὔσημον ἐς
τὴν γῆν ἄγει. τουτὶ δὲ ὁπόσου ἄξιον οἱ νόμοι δηλοῦσιν:
οὐ γὰρ ξυγχωροῦσι διαμετρεῖν τὸ πήδημα,
ἢν μὴ ἀρτίως ἔχῃ τοῦ ἴχνους. γυμνάζουσι δὲ οἱ μὲν
μακροὶ τῶν ἁλτήρων ὤμους τε καὶ χεῖρας, οἱ δὲ
σφραιροειδεῖς καὶ δακτύλους. παραληπτέοι δὲ καὶ
κούφοις ὁμοίως καὶ βαρέσιν ἐς πάντα γυμνάσια,
πλὴν τοῦ ἀναπαύοντος.
[p. 292]
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.