Click on a word to bring up parses, dictionary entries, and frequency statistics
φυλὴ τῷδε καὶ πατρίς, εἰ πατὴρ καὶ γένος, εἰ ἐξ
ἐλευθέρων καὶ μὴ νόθος, ἐπὶ πᾶσιν, εἰ νέος καὶ
μὴ ὑπὲρ παῖδα: εἰ δ᾽ ἐγκρατὴς ἢ ἀκρατής, εἰ μεθυστής,
εἰ λίχνος, εἰ θαρσαλέος ἢ δειλός, ῾οὔτε γιγνώσκουσιν᾽,
οὔτε, εἰ γιγνώσκοιεν, οὐδὲν οἱ νόμοι
σφίσιν ὑπὲρ τῶν τοιούτων διαλέγονται, τὸν δὲ γυμναστὴν
῾δεἶ ἐξεπίστασθαι ταῦτα φύσεώς που κριτὴν
ὄντα. γιγνωσκέτω δὴ τὴν ἐν ὀφθαλμοῖς ἠθικὴν
[p. 274]
πᾶσαν, ὑφ᾽ ἧς δηλοῦνται μὲν οἱ νωθροὶ τῶν ἀνθρώπων,
δηλοῦνται δὲ οἱ ξύντονοι εἴρωνές τε καὶ ἧττον
καρτερικοὶ καὶ ἀκρατεῖς: ἄλλα γὰρ μελανοφθάλμων,
ἄλλα δὲ χαροπῶν τε καὶ γλαυκῶν καὶ ὑφαίμων ὀφθαλμῶν
ἤθη, ἕτερα δὲ ξανθῶν καὶ ὑπεστιγμένων,
προπαλῶν τε καὶ κοίλων, ἡ γὰρ φύσις ὥρας μὲν
ἄστροις ἐσημήνατο, ἤθη δὲ ὀφθαλμοῖς τὴν δὲ αὖ
τῶν σώματος ῾μερῶν ἀναλογίαν᾽, ὥσπερ ἐν ἀγαλματοποιίᾳ,
ὧδε ἐπισκεπτέον: σφυρὸν μὲν καρπῷ ὁμολογεῖν
῾δεῖ,᾿ κνήμῃ δὲ πῆχυν, καὶ βραχίονα μηρῷ ἀντικρίνεσθαι
καὶ ὤμῳ γλουτόν, μετάφρενα θεωρεῖσθαι
πρὸς γαστέρα καὶ στέρνα ἐκκεῖσθαι παραπλησίως
τοῖς ὑπὸ τὸ ἰσχίον, κεφαλήν τε, σχῆμα τοῦ παντὸς
οὖσαν, πρὸς ταῦτα πάντα ἔχειν συμμέτρως.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.