Τοσαῦτα εἰπὼν ἐπεδάκρυσέν τε μετὰ τῆς ἀδελφῆς καὶ πολὺ τῆς ὁρμῆς αὐτῶν ἔπαυσεν τοῖς δακρύοις. ἀνεβόων δὲ οὐ Ῥωμαίοις, ἀλλὰ Φλώρῳ δι᾽ ἃ πεπόνθασιν πολεμεῖν. [403] πρὸς τοῦτο βασιλεὺς Ἀγρίππας “ἀλλὰ τὰ ἔργα, ἔφη, Ῥωμαίοις ἤδη πολεμούντων ἐστίν: οὔτε γὰρ Καίσαρι δεδώκατε τὸν φόρον καὶ τὰς στοὰς ἀπεκόψατε τῆς Ἀντωνίας. [404] ἀποσκευάσαισθε δ᾽ ἂν τὴν αἰτίαν τῆς ἀποστάσεως, εἰ ταύτας τε συνάψετε πάλιν καὶ τελέσετε τὴν εἰσφοράν: οὐ γὰρ δή γε Φλώρου τὸ φρούριόν ἐστιν ἢ Φλώρῳ τὰ χρήματα δώσετε.”