Hide browse bar Your current position in the text is marked in blue. Click anywhere in the line to jump to another position:
book:
book 1book 2book 3book 4book 5book 6book 7book 8book 9book 10book 11book 12book 13book 14book 15book 16book 17book 18book 19book 20book 21book 22book 23book 24book 25book 26book 27book 28book 29book 30-35
Fragments of uncertain reference
book 36book 37book 38book 39book 40book 41book 42book 48book 44book 45book 46book 46book 48book 49book 50book 51book 52book 53book 54book 55book 56book 57frbook 57book 58book 59book 60
Epitome
of book 61
book 61bbook 62book 62bbook 63book 64bbook 64book 65book 66book 67book 68book 69book 70book 12book 72book 73book 74book 75book 76book 77book 78book 79book 80book 80b
chapter:
This text is part of:
Table of Contents:
Click on a word to bring up parses, dictionary entries, and frequency statistics
“17. προσετίθεσαν: Γάιος δὲ ἐκείνης μὲν τῆς πομπῆς
οὐδὲν προετίμησεν ῾οὐδὲ γὰρ οὐδὲ μέγα τι ἐνόμιζεν
εἶναι ἵππῳ δι᾽ ἠπείρου διελάσαἰ, διὰ δὲ τῆς θαλάσσης
τρόπον τινὰ διιππεῦσαι ἐπεθύμησε, γεφυρώσας
τὸ μεταξὺ τῶν τε Πουτεόλων καὶ τῶν Βαύλων.
τὸ γὰρ χωρίον τοῦτο κατ᾽ ἀντιπέραν τῆς πόλεώς
[2]
ἐστι, διέχον αὐτῆς σταδίους ἓξ καὶ εἴκοσι, πλοῖα
δὲ ἐς τὴν γέφυραν τὰ μὲν ἠθροίσθη τὰ δὲ καὶ
κατεσκευάσθη: οὐ γὰρ ἐξήρκεσε τὰ συλλεγῆναι
δυνηθέντα ὡς ἐν βραχυτάτῳ, καίτοι πάντα ὅσα
ἐνεδέχετο συναχθέντα, ἀφ᾽ οὗπερ καὶ λιμὸς ἔν τε
τῇ Ἰταλίᾳ καὶ ἐν τῇ Ῥώμῃ μάλιστα ἰσχυρὸς
[3]
ἐγένετο. ἐζεύχθη δὲ οὐχ ἁπλῶς δίοδός τις, ἀλλὰ
καὶ ἀνάπαυλαι ἐν αὐτῇ καὶ καταλύσεις, ὥστε
καὶ ὕδωρ αὐτὰς πότιμον ἐπίρρυτον ἔχειν, ἐποιήθησαν.
ἐπειδή τε ἕτοιμα ἦν, τόν τε θώρακα τὸν
Ἀλεξάνδρου, ὥς γε ἔλεγε, καὶ ἐπ᾽ αὐτῷ χλαμύδα
σηρικὴν ἁλουργῆ, πολὺ μὲν χρυσίον πολλοὺς δὲ
καὶ λίθους Ἰνδικοὺς ἔχουσαν, ἐπενέδυ, ξίφος τε
[p. 312]
παρεζώσατο καὶ ἀσπίδα ἔλαβε καὶ δρυῒ ἐστεφανώσατο,
[4]
κἀκ τούτου τῷ τε Ποσειδῶνι καὶ ἄλλοις
τισὶ θεοῖς Φθόνῳ τε θύσας, μὴ καὶ βασκανία τις
αὐτῷ, ὡς ἔφασκε, γένηται, ἔς τε τὸ ζεῦγμα ἀπὸ
τῶν Βαύλων ἐσέβαλε, παμπληθεῖς καὶ ἱππέας
καὶ πεζοὺς ὡπλισμένους ἐπαγόμενος, καὶ σπουδῇ
καθάπερ ἐπὶ πολεμίους τινὰς ἐς τὴν πόλιν
[5]
ἐσέπεσε. κἀνταῦθα τῆς ὑστεραίας ἀναπαυσάμενος
ὥσπερ ἐκ μάχης, ἀνεκομίσθη διὰ τῆς αὐτῆς
γεφύρας ἐφ᾽ ἅρματος, χιτῶνα χρυσόπαστον ἐνδύς:
ἦγον δὲ αὐτὸν οἱ ἀθληταὶ ἵπποι οἱ 1 ἀξιονικότατοι.
καὶ ἄλλα τε 2 αὐτῷ πολλὰ ὡς καὶ λάφυρα συνηκολούθησε,
καὶ Δαρεῖος ἀνὴρ Ἀρσακίδης, ἐν τοῖς
[6]
ὁμηρεύουσι τότε τῶν Πάρθων ὤν: οἵ τε φίλοι
καὶ οἱ ἑταῖροι αὐτοῦ ἐπὶ ὀχημάτων ἐν ἐσθῆσιν
ἀνθιναῖς ἐφείποντο, καὶ ὁ στρατὸς καὶ ὅ γε
λοιπὸς ὅμιλος, ἰδίως πως ἕκαστοι κεκοσμημένοι.
καὶ ἔδει γὰρ αὐτόν, οἷα ἔν τε στρατιᾷ τοιαύτῃ
καὶ ἐπὶ νίκῃ τηλικαύτῃ, καὶ δημηγορῆσαί τι,
ἀνέβη τε ἐπὶ βῆμα ἐπὶ πλοίων καὶ αὐτὸ κατὰ
[7]
μέσην που τὴν γέφυραν πεποιημένον, καὶ πρῶτον
μὲν ἑαυτὸν ὡς καὶ μεγάλων τινῶν ἔργων ἐπιχειρητὴν
ἀπεσέμνυνεν, ἔπειτα δὲ τοὺς στρατιώτας ὡς
καὶ πεπονηκότας καὶ κεκινδυνευκότας ἐπῄνεσεν,
ἄλλα τε καὶ αὐτὸ τοῦτο εἰπών, ὅτι πεζῇ διὰ τῆς
[8]
θαλάσσης διέδραμον. καὶ χρήματά τε διὰ τοῦτ᾽
αὐτοῖς ἔδωκε, καὶ μετὰ τοῦτο αὐτός τε 3 ἐπὶ τῆς
γεφύρας, ὥσπερ ἐν νήσῳ τινί, καὶ ἐκεῖνοι ἐν
ἑτέροις πλοίοις περιορμοῦντες, τό τε λοιπὸν τῆς
ἡμέρας καὶ τὴν νύκτα πᾶσαν εἱστιάθησαν, πολλοῦ
μὲν αὐτόθεν φωτὸς πολλοῦ δὲ καὶ ἐκ τῶν ὀρῶν
[p. 314]
[9]
ἐπιλάμψαντος σφίσι. τοῦ γὰρ χωρίου μηνοειδοῦς
ὄντος πῦρ πανταχόθεν, καθάπερ ἐν θεάτρῳ
τινί, ἐδείχθη, ὥστε μηδεμίαν αἴσθησιν τοῦ σκότους
γενέσθαι: καὶ γὰρ τὴν νύκτα ἡμέραν, ὥσπερ που
τὴν θάλασσαν γῆν, ποιῆσαι ἠθέλησεν. ἐμπλησθεὶς
δὲ δὴ καὶ ὑπερκορὴς καὶ σίτου καὶ μέθης
γενόμενος συχνοὺς μὲν τῶν ἑταίρων ἐς τὴν θάλασσαν
[10]
ἀπὸ τῆς γεφύρας ἔρριψε, συχνοὺς δὲ καὶ
τῶν ἄλλων ἐν πλοίοις ἐμβόλους ἔχουσι περιπλεύσας
κατέδυσεν, ὥστε καὶ ἀπολέσθαι τινάς: οἱ
γὰρ πλείους καίπερ μεθύοντες ἐσώθησαν. αἴτιον
δὲ ὅτι καὶ λειοτάτη καὶ στασιμωτάτη ἡ θάλασσα,
καὶ ἐν ᾧ ἡ γέφυρα ἐζεύχθη καὶ ἐν ᾧ τὰ ἄλλα
[11]
ἐποιήθη, ἐγένετο. καί τι καὶ ἀπὸ τούτου ὠγκωθη,
λέγων ὅτι καὶ ὁ Ποσειδῶν αὐτὸν ἐφοβήθη, ἐπεὶ
ἔς γε τὸν Δαρεῖον καὶ τὸν Ξέρξην οὐδὲν ὅ τι οὐκ
ἀπέσκωπτεν, ὡς καὶ πολλαπλάσιόν σφων μέτρον
τῆς θαλάσσης ζεύξας.
”
Dio's Roman History. Cassius Dio Cocceianus. Earnest Cary. Herbert Baldwin Foster. William Heinemann, Harvard University Press. London; New York. 1914-. Keyboarding.
Google Digital Humanities Awards Program provided support for entering this text.
This work is licensed under a
Creative Commons Attribution-ShareAlike 3.0 United States License.
An XML version of this text is available for download, with the additional restriction that you offer Perseus any modifications you make. Perseus provides credit for all accepted changes, storing new additions in a versioning system.
show
Browse Bar
hide
References (5 total)
- Cross-references in general dictionaries to this page
(5):
- LSJ, διϊππ-εύω
- LSJ, ἐπιχειρ-ητής
- LSJ, περιορμ-έω
- LSJ, ὑπερκορ-ής
- LSJ, χλα^μύς
load
Vocabulary Tool
hide
Search
hide
Display Preferences