Χορός
ἦ πολλὰ καὶ παρόντα καὶ μέλλοντ᾽ ἔτι
ἤλγησ᾽ ἀκούσας βαρβάροισι πήματα.
Ἄτοσσα
845ὦ δαῖμον, ὥς με πόλλ᾽ ἐσέρχεται κακὰ
ἄλγη, μάλιστα δ᾽ ἥδε συμφορὰ δάκνει,
ἀτιμίαν γε παιδὸς ἀμφὶ σώματι
ἐσθημάτων κλύουσαν, ἥ νιν ἀμπέχει.
ἀλλ᾽ εἶμι, καὶ λαβοῦσα κόσμον ἐκ δόμων
850ὑπαντιάζειν παιδί μου πειράσομαι.
οὐ γὰρ τὰ φίλτατ᾽ ἐν κακοῖς προδώσομεν.